∆ιὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει. ∆ιὰ τοῦτο μὲν, διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἀλλ' ὁμοίους εἶ 27.64 ναι χοῒ γῆς ὑπὸ ἀνέμου ῥιπιζομένῳ· ἄνεμον δὲ νοήσεις τὴν ἀπειλὴν τοῦ Θεοῦ τὴν λέγουσαν· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς πῦρ τὸ αἰώνιον. Οἱ τὴν αὐτὴν ἀκούσαντες φωνὴν καταπεσοῦνται δικαίως· οὐ γὰρ ἑστήκασιν εἰς Χριστὸν, ὅς ἐστι πιστευόντων στήριγμα καὶ θεμέλιος· τὸ γὰρ εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν. Ἐν τῇ συναγωγῇ δικαίων, λέγει· ἀφορίζει γὰρ τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων. Τὸ, γινώσκει, ἀντὶ τοῦ, τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ εἰς Μωσῆν· Γινώσκω σε παρὰ πάντας· ἀντὶ τοῦ τιμῶ σε, καὶ εὗρες χάριν ἐν ἐμοί.
ΨΑΛΜΟΣ τῷ ∆αυῒδ ἀνεπίγραφος παρ' Ἑβραίοις. Βʹ. Ὑπόθεσις. Ἐν τῷ πρώτῳ ψαλμῷ ἀσεβεῖς τε καὶ ἁμαρτωλοὺς καὶ λοιμοὺς ἀποφηνάμενος τοὺς ἄρχοντας τοῦ Ἰου δαίων ἔθνους, ἐν τούτῳ πάλιν δείκνυσι τὰς πράξεις διὰ τῶν τοιούτων ὀνομάτων, ὧν γεγόνασι μέτοχοι. [Μνήμῃ τῶν ἀσεβῶν συμπεράνας τὸν πρῶτον ψαλ μὸν, ἐκ ταύτης πάλιν τοῦ βʹ τὴν ἀρχὴν ἐποιήσατο, διδάσκων, ὅτι τὸ προειρημένον τῶν ἀσεβῶν τέλος καὶ τοὺς κατὰ τοῦ Σωτῆρος λυττήσαντας ὑποδέξε ται.] Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κε νά; Φρύαγμα τὸ ἄλογον φρόνημα. Ἀπὸ κοινοῦ τὸ, ἵνα τί, τουτέστι· ∆ιὰ τί οἱ λαοὶ ἐμελέτησαν κενά; Πῶς γὰρ οὐ κενὰ γέγονεν αὐτοῖς ἡ μελέτη μὴ δεξαμένοις τὸν Σωτῆρα τοῦ γένους; [Τίς, φησὶν, ἡ αἰτία τοσούτου μίσους εἰς ταυτὸ συνδραμεῖν ἔθνη καὶ λαούς; Τὸ γὰρ, ἐφρύαξαν, κατὰ τοσοῦτο ὑπερηφανεύσαντο, σημαίνει τὸ μετ' ἐπάρσεως καὶ μεγαλαυχίας τινὸς ταράσσεσθαι καὶ θορυβεῖσθαι. Μετενεχθὲν ἀπὸ τῆς ἀλόγου τῶν ἵππων ὁρμῆς ἐπ' οὐδενὶ τῶν δεόντων· ὃ συνέβη τοῖς Ἰουδαίοις ἐπὶ Χριστοῦ. Τί τὸ αἴτιον εἰς ταυτὸ συνδραμεῖν ἔθνη καὶ λαούς; Εἴτε γὰρ τοὺς Ἰσραηλίτας φησὶ ἔθνη καὶ λαοὺς, εἴτε τοὺς περὶ Ἡρώδην καὶ Πιλᾶτον ὡς ἐθνι κοὺς, καὶ λαοὺς τοὺς Ἰουδαίους.] [Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς. Τὸ, παρ έστησαν, ἀντὶ τοῦ, ἑαυτοὺς πρὸς τοῦτο ἀφώρισαν βασιλεῖς Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος. Οὕτως καὶ οἱ ἅγιοι ἀπόστολοι ἐν ταῖς Πράξεσιν ἡρμήνευσαν.] Καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό. Τὰ προλεχθέντα τάγματα· γραμματεῖς καὶ Φαρισαῖοι καὶ νομικοί. Κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ἡ γὰρ εἰς τὸν Χριστὸν ἐπιβουλὴ καὶ εἰς αὐ τὸν ἀνατρέχει τὸν Πατέρα. Εἰ γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, πῶς οὐ καὶ μία ἡ εἰς αὐτοὺς ὕβρις γένοιτ' ἄν; 27.65 ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Λείπει τὸ, λέγοντες· ἵνα ᾖ ἡ διάνοια αὕτη· Συνήχθησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, λέγοντες· ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Οὐ γὰρ ἤθελον εἴ σω τῆς ἱερᾶς γενέσθαι σαγήνης, περὶ ἧς γέγραπται· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ. Καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὴν βαρύτητα τοῦ νόμου, περὶ οὗ εἴρηκε· Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. [Τὸν ζυγὸν αὐτῶν· ἡ γὰρ εἰς τὸν Χριστὸν ἐπιβουλὴ καὶ εἰς αὐτὸν ἀνατρέχει τὸν Πατέρα. Εἰ γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, πῶς οὐκ ἂν μία τις εἴη ἡ εἰς αὐτοὺς ὕβρις;] Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς. Ὡς ἀνόητα βουλευσαμένους· ὁ γὰρ ὑπ' αὐτῶν προσηλωθεὶς, καὶ θανάτῳ παραδοθεὶς, ἐν οὐρανοῖς ὢν καὶ τὰ πάντα περιέχων, κενὰς αὐτῶν καὶ ματαίας δείκνυσι τὰς βουλάς. Καὶ ὁ τούτου δὲ Πατὴρ καὶ τῶν ἁπάντων ∆εσπότης τὴν ἀξίαν αὐτοῦ εἰσπράξεται δίκην. Καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Ἐξουδενώσει γὰρ αὐτοὺς, φησὶ, καὶ μισήσει καὶ ἀποστραφήσεται. [Καταγελάσει, ἀντὶ τοῦ, μισήσει καὶ ἀποστραφή σεται. Ἀλλ' ὁ τῶν ἐπιβουλευόντων, φησὶν, ὑψηλότερος καταγελάσει, ἤτοι γέλωτα τὴν ἐκείνων
2