1

 2

 3

 4

 5

2

καρπῶν σπαργῶντα φυτὰ τοῖς ἐκ Θεοῦ δώροις ἀγαλλόμενα, γεωργοῖς πόνων τὰς ἀμοιβὰς ἐν εὐλογίαις παρέχει.

γʹ. Οὗτος ὁ τῆς ἑορτῆς καιρὸς, Αἰγυπτίοις μὲν ὄλεθρον τοῖς δαιμόνων φίλοις, Ἑβραίοις δὲ ἑορτάζουσι τῷ Θεῷ, κακῶν ἐλευθερίαν προὐξένει· οὗτος ἦν αὐτὸς ἐκεῖνος, ὁ δὴ καὶ ἐπὶ τῆς πρώτης τοῦ παντὸς κοσμογονίας τετηρημένος, καθ' ὃν ἡ γῆ ἐβλάστησε, καθ' ὃν οἱ φωστῆρες ἐγένοντο, καθ' ὃν οὐρανὸς καὶ γῆ παρήχθησαν καὶ πάντα τὰ ἐν αὐτοῖς· κατὰ τοῦτον καὶ ὁ Σωτὴρ τοῦ σύμπαντος κόσμου τὸ τῆς οἰκείας ἑορτῆς ἐξετέλεσε μυστήριον, καὶ τὴν οἰκουμένην ὁ μέγας φωστὴρ, εὐσεβείας αὐγαῖς κατελάμπρυνε καὶ δὴ γενέθλιον κόσμου ὁ καιρὸς περιέχειν ἔοικε. Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ τύπος ἐτελεῖτο, τὸ παλαιὸν Πάσχα, ὃ καὶ διαβατήριον εἴρηται· ἀλλὰ καὶ προβάτου σφαγῆς σύμβολον ἔφερεν· ἀλλὰ καὶ τροφῆς ἀζύμων ἄρτων ᾐνίττετο εἰκόνα. Ταῦτα δὲ ἐπὶ τὴν σωτήριον ἑορτὴν ἅπαντα συνεπληροῦτο· τό τε γὰρ πρόβατον αὐτὸς ἦν καθ' ὃ περιέκειτο σῶμα. Αὐτὸς καὶ ἥλιος δικαιοσύνης, ἔαρος δῆτα θείου καὶ σωτηρίου τροπῆς ἀπὸ χειρόνων ἐπὶ τὰ κρείττω τὸν τῶν ἀνθρώπων βίον διαλαβούσης. Αἰγυπτίων μὲν δαίμοσιν εἰσέτι καὶ νῦν θεήλατοι μάστιγες καταπέμπονται, λαοὶ δὲ πανταχοῦ γῆς οἰκοῦντες τὴν σφῶν ἐλευθερίαν τὴν ἐκ τῆς πολυπλανοῦς ἀθεότητος ἑορτάζουσι. Τῶν λαοπλανῶν δὲ πνευμάτων πεπαυμένων, καὶ χειμῶνος κακῶν, καινῶν καρπῶν εὐφορία διαφόροις χαρίσμασιν ἁγίου Πνεύματος τὴν Ἐκκλησίαν τοῦ Θεοῦ στεφανοῖ· καὶ ἁπλῶς πᾶν γένος ἀνθρώπων ἐπὶ τὸ ἡμέτερον μεταβέβληται· χῶραι δὲ πᾶσαι, πρὸς τοῦ γεωργοῦ Λόγου τῆς κατὰ ψυχὴν γεωργίας τυχοῦσαι, τὰ ὡραῖα τῆς ἀρετῆς ἄνθη βεβλαστήκασιν· ἀλλὰ καὶ τῶν τοῦ σκότους κακῶν ἠλευθερωμένοι, φωτὸς ἐν ἡμέρᾳ Θεοῦ γνώσεως κατηξιώθημεν.

δʹ. Τοιαῦτα τὰ καινὰ μαθήματα πάλαι μὲν διὰ συμβόλων ἐπεσκιασμένα, νεωστὶ δὲ εἰς φῶς ἀνακεκαλυμμένα. Καὶ δὴ καὶ ἡμεῖς τὸ κεφάλαιον τῆς ἑορτῆς κύκλων περιόδοις καθ' ἕκαστον ἔτος ἀναζωπυροῦμεν, προέορτα μὲν προπαρασκευῆς ἕνεκα τὴν τεσσαρακονθήμερον ἄσκησιν παραλαμβάνοντες κατὰ τὸν τῶν ἁγίων ζῆλον Μωϋσέως καὶ Ἡλίου, τὴν δὲ ἑορτὴν αὐτὴν εἰς ἄληστον αἰῶνα ἀνανεούμενοι. Τὴν γοῦν πρὸς τὸν Θεὸν πορείαν στελλόμενοι, τὰς μὲν ὀσφῦς εὖ μάλα δεσμῷ σωφροσύνης περιδούμεθα, τὰ δὲ τῆς ψυχῆς βαδίσματα ἐν ἀσφαλείᾳ φυλάττοντες, ὥσπερ ἐν ὑποδήμασι δὴ τὸν δρόμον τῆς οὐρανίου κλήσεως παρασκευάζομεν· βακτηρίᾳ δὲ λόγου θείου ἐν εὐχῶν δυνάμει πρὸς ἄμυναν ἐχθρῶν χρώμενοι, σὺν πάσῃ προθυμίᾳ διαβαίνομεν τὴν εἰς οὐρανοὺς φέρουσαν διάβασιν, σπεύδοντες ἀπὸ τῶν τῇδε ἐπὶ τὰ οὐράνια, καὶ ἀπὸ ζωῆς θνητῆς ἐπὶ τὴν ἀθάνατον· οὕτω γὰρ διαδέξεται ἡμᾶς ἐντεῦθεν τὰ διαβατήρια εὖ καὶ καλῶς διαβεβηκότας ἄλλη τις μείζων ἑορτή· Πεντηκοστὴν αὐτὴν ἐπίκλην Ἑβραίων παῖδες ὀνομάζουσιν, εἰκόνα φέρουσαν τῆς τῶν οὐρανῶν βασιλείας. Λέγει γοῦν 24.700 Μωϋσῆς· Ἀρχομένου σου δρέπανον ἐπ' ἄμητον, ἑπτὰ ἑβδομάδας ἀριθμήσεις σεαυτῷ, καὶ νέους ἄρτους ἐκ νέων ἀμήτων παραθήσεις τῷ Θεῷ. Ἐδήλου δὲ ἄρα προφητικῷ τύπῳ ἄμητον μὲν τῶν ἐθνῶν τὴν κλῆσιν, νέους δὲ ἄρτους τὰς διὰ Χριστοῦ τῷ Θεῷ προσενηνεγμένας ψυχὰς, τάς τε ἐξ ἐθνῶν ἐκκλησίας, ἐφ' αἷς ἑορτὴ μεγίστη τῷ φιλανθρώπῳ Θεῷ συντελεῖται· οἳ ταῖς τῶν ἀποστόλων λογικαῖς δρεπάναις θερισθέντες, καὶ ὥσπερ εἰς ἅλως τὰς ἁπανταχοῦ γῆς Ἐκκλησίας συναχθέντες ὑφ' ἓν, ὁμοφώνῳ τε διαθέσει πίστεως σωματοποιηθέντες, καὶ ἁλσὶ τοῖς ἀπὸ τῶν θείων λόγων μαθήμασιν ἐξαρτυθέντες, δι' ὕδατός τε καὶ πυρὸς ἁγίου Πνεύματος ἀναγεννηθέντες, ἄρτοι τρόφιμοι προσηνεῖς καὶ ἀρεστοὶ τῷ Θεῷ διὰ Χριστοῦ προσφερόμεθα.

εʹ. Ταύτῃ πη τῶν παρὰ Μωϋσεῖ προφητικῶν συμβόλων εἰς ἔργα σεμνοτέροις τοῖς ἀποτελέσμασι χωρούντων, αὐτοί γε μὴν τὴν ἑορτὴν φαιδροτέραν ἄγειν