1

 2

 3

3

οὕτως ἀγωνιζομένοις καλῶς ἄν τις ἐκ τοῦ Ψαλμῳδοῦ λέγοι· Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ κατὰ τὸν Μωσέα, εὔξεται περὶ αὐτῶν· Εὐλόγει, Κύριε, τὰ ἔργα αὐτῶν· κάταξον ὀφρὺν ἀνθεστηκότων αὐτοῖς. Ἀνδρίζεσθε ὡς γενναῖοι, δράμετε γενναίως τὸν δρόμον ἐπὶ τοῖς αἰωνίοις στεφάνοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.