1

 2

 3

3

«εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· «ἔθεντό με φυλακίσσαν ἐν ἀμπελῶσι, ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.» Εἰ γὰρ, φησὶ, μέλαινά εἰμι, ἀλλ' ὑπὸ τὸν αὐτὸν ἥλιον εἰμί· καὶ εἰ ἀκρόβυστος εἰμὶ, ἀλλ' ἀπεταξάμην εἰδώλοις· καὶ ἐξῆλθον ἐκ τοῦ οἴκου τῆς μητρός μου, ὥσπερ καὶ ὁ Ἁβραὰμ, ἐκείνης γάρ εἰμι τῆς πίστεως. Καὶ διὰ τοῦτο ἀξιῶ, «εἰσαγάγετε εἰς τὸν οἶκον τοῦ οἴνου· τάξατε ἐπ' ἐμὲ ἀγάπην· στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.» Μὴ τῇ ἀκροβυστίᾳ προσέχετε, ἀλλ' ἐν ἀγάπῃ προσλαβοῦ με, ὦ νόμε καὶ προφῆται. Καὶ δυσώδης εἰμὶ τῇ ἀγριότητι, ἀλλὰ σύ με παίδευε, καὶ τῇ εὐωδίᾳ σου στήριξον. Τέτρωμαι γὰρ τῇ ἀγάπῃ, καὶ διὰ τοῦτο· «Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.» Ὁρκίζω ὑμᾶς, ὦ πατέρες, οὐ κατὰ τῶν δυνάμεων οὐκ ἔξεστι γὰρ, ἀλλ' ἐν ταῖς δυνάμεσιν τοῦ παραδείσου, ἵνα εἰς ἐκεῖνον βλέ 3.536 ποντες, ὡς εἰς τὸν Ἀδὰμ, οὕτω με προσδέξασθε· καὶ γὰρ κἀκεῖ οὐκ ἔστι περιτομὴ, ἄρτι δὲ μετὰ τοῦ Ἀδὰμ με ἀνακαινίζετε. Ὁ Λόγος ὁρῶν τὴν πίστιν τὴν ἐξ ἐθνῶν καὶ ἀποδεχόμενος, λέγει· «Καλὴ ἡ πλησίον μου ὡς εὐδοκία, ὡραῖα» ὡς Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέ»ναι». Οὐ γὰρ ἄλλως ἢ τὴν Ἱερουσαλὴμ δεῖ εἶναι τοὺς ἀπὸ ἐθνῶν, ἵνα εἷς λαὸς γένηται· τοῦτο δὲ γίνεται, ὅταν μετὰ τοῦ τιμᾶν τὸν νόμον, πιστεύωμεν τῷ Χριστῷ. Εἷς γὰρ ὁ Θεὸς τοῦ νόμου καὶ τῶν εὐαγγελίων· καὶ ὁ μὴ ὡς Ἱερουσαλὴμ γενόμενος, οὐ γίνεται πλησίον τοῦ Θεοῦ. Ἱερουσαλὴμ ὁρῶσα τῶν τε ἐθνῶν τὴν πίστιν καὶ τὴν τοῦ Λόγου φιλανθρωπίαν, λέγει· «Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάῤῥου, εἰ ἤνθησεν ἡ ἄμπελος, εἰ ἤνθησαν αἱ ῥοαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί· οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἅρματα Ἀμιναδάβ».

Εἰς κῆπον τῆς καρύας, τουτέστιν τὰς γραφὰς ἐγενόμην, αἵτινες ὡς καρύαι εἰσὶν ἔξωθεν μὲν σκληραὶ, ἔσωθεν δὲ πνευματικαί. Καὶ εἶδον ὅτι ζευχθῆναί με δεῖ, ὡς ἐν ἅρμασι, ἐξ ἐθνῶν κλήσει. Ζευχθέντων τοίνυν ἀμφοτέρων τῶν λαῶν, λοιπὸν πανταχοῦ τὸ κήρυγμα ἀπεστάλη, καὶ τούτου γίνονται διάκονοι οἱ ἄγγελοι λέγοντες· «Ἐξέλθετε, καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ». Ὁ γὰρ ἐξερχόμενος ἀπὸ τῆς κακίας, ὄψεται καὶ τὴν τοῦ Λόγου πρὸς ἡμᾶς φιλανθρωπίαν, διὰ τῆς τοῦ σώματος προσλήψεως, 3.537 τότε καὶ τὴν κατὰ τοῦ θανάτου νίκην πεποίηται, δι' ἢν εὐφροσύνης τὰ πάντα πεπλήρωκε. Τοιαῦτα τὰ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων, τὰ τῶν διαλόγων ἐστίν· ἐξ ὧν ἀφορμήν τις λαβὼν δύναται ἀπ' αὐτοῦ τοῦ βιβλίου τὰ ὅμοια τοῖς ὁμοίοις συνάπτειν κατὰ νοῦν. Ἔχει δὲ τὸ βιβλίον στίχους σπ.