1

 2

 3

3

ὕβρεως καὶ πάντων ὁμοῦ τῶν ἀπηγορευμένων ἐφόδιον ὑπερπιαίνειν τὸ σῶμα καὶ καταβαπτίζειν τὴν ψυχὴν εὐκατά φορον ποιοῦντα πρὸς ἁμαρτίαν. οὐκοῦν τρυφὴν νοήσωμεν ἀξίαν θεοῦ, ἵνα καὶ τὴν φυτείαν πρέπουσαν τῇ γεωργίᾳ θεοῦ 82 διδαχθῶμεν. τίς οὖν δύναται γενέσθαι τρυφὴ ἁγίοις ἁρμόζουσα; Κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἐπεὶ οὖν ἄπειρον τὸ κάλλος τῆς ἀρετῆς ἀπὸ τῆς πολυποικί λου σοφίας τοῦ θεοῦ τὴν ἀρχὴν ἔχον, διὰ τοῦτο γέγραπται ὅτι Ἐφύτευσεν ὁ θεὸς παράδεισον οὐχὶ κατὰ ἀνατολήν, ἀλλὰ Κατὰ ἀνατολάς. ἕκαστον γὰρ τῶν πεφυτευμένων παρὰ τοῦ κυρίου φυτῶν ἐν ἰδίῳ φωτὶ κεκαλλωπισμένον ἐξήστραπτεν. ἐκεῖ Τοῦ ποταμοῦ τὰ ὁρμήματα τοῦ εὐφραίνοντος τὴν πόλιν τοῦ θεοῦ· ἀλλαχοῦ Χειμάρρους τρυφῆς ὀνομάζεται, τρέφων καὶ αὔξων τῶν φυτῶν τὰ οὐράνια κάλλη, ὅστις ἐν τοῖς ἑξῆς λέγεται Ποταμὸς ὁ πορευόμενος ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. Ἐν μὲν οὖν τοῖς κατόπιν ἐλέγετο ὅτι πρότερον τὴν κτίσιν πληρώσας οὕτως ἐπεισήγαγεν εἰς ἀρχὴν καὶ δεσποτείαν τὸν ἄνθρωπον, νῦν δὲ τὸ ἐναντίον πρότερον ἔπλασε τὸν ἄνθρωπον καὶ τότε ἐφύτευσε τὸν παράδεισον. ἡ δὲ αἰτία ὅτι ἐκεῖ μέν, ἵνα πλήρει τῷ οἴκῳ τὸν οἰκοδεσπότην ἐπεισαγάγῃ καὶ μὴ πένητα κτίσας ὕστερον αὐτῷ τὴν εὐπορίαν χαρίσηται, ἐνταῦθα δὲ τὴν ἐκ προκοπῆς τελείωσιν αὐτῷ χαριζόμενος ἀλλαχοῦ ἔκτισε καὶ ὕστερον ἐγκατοικίζει τῷ παραδείσῳ, ἵνα τὸ διάφορον καταμαθὼν τῆς τε ἔξω ζωῆς καὶ τῆς ἐν παρα δείσῳ διαγωγῆς ἐκ τῆς συγκρίσεως ἑκατέρων γνωρίσῃ μὲν τοῦ κάλλους τὴν ὑπεροχήν, φοβηθῇ δὲ τῆς ἐκπτώσεως τὴν ζημίαν. 83 Ἵνα δὲ νοήσῃς φυτείαν ἀξίαν τῆς τοῦ θεοῦ χειρός, μνήσθητι τῶν ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ κυρίου εἰρημένων ὅτι Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθή σεται. ἐξ ἐκείνης εἰσὶ τῆς φυτείας οἱ Πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου καὶ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐξανθοῦντες. καὶ πάλιν ἐν τῷ προφήτῃ· Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. ἀποτολμᾷ καὶ λέγει ὁ μιμητὴς τοῦ Χριστοῦ ὅτι Θεοῦ συνεργοί ἐσμεν· θεοῦ γεώργιόν ἐστε· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξανεν. καὶ ὁ δίκαιος ὡμοίωται τῷ ξύλῳ τῷ πεφυτευμένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει· καὶ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν. Πειράθητι τοίνυν διὰ τῶν τοιούτων διδαγμάτων ἐν περινοίᾳ γενέσθαι ἐκείνου, ἵνα γένῃ κατὰ τὰς αὐγὰς τοῦ θείου φωτός, ἐν οἷς τὸ φῶς τῆς γνώσεως ἀνατέλλει ὡς ὁ παράδεισος τῆς τρυφῆς φυτευόμενος. κἂν χωρίον δέ τι νοῇς δεκτικὸν τῶν ἁγίων, ἐν ᾧ πάντες οἱ ἐπὶ γῆς διαλάμψαντες ἐν ἔργοις ἀγαθοῖς ἀπολαύοντες τῆς τοῦ θεοῦ χάριτος καὶ τῆς θείας καὶ νοητῆς τερπνότητος διαιτῶνται, οὐκ ἀποπίπτεις τῆς πρεπούσης περὶ αὐτοῦ εἰκασίας. ἐκεῖ γ' οὖν ἐρριζωμέναι τινὲς καὶ παγίως ἐρηρεισμέναι ἀγαθαὶ δυνάμεις, λειτουργοὶ τῶν ἁγίων, αἷς ὁ ἄνθρωπος παρεδόθη ἀρτιγενὴς ὢν καὶ πολλῆς δεόμενος 84 συγγυμνασίας πρὸς τὴν τελείωσιν. ἐν ᾧ τὸ σύστημα τῶν ἁγίων, ἐν ᾧ αἱ ἀνατολαὶ τοῦ φωτός, ἐν ᾧ ἡ τρυφὴ τῆς ψυχῆς, ἐκεῖ ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον. εἰ σάρκινος εἶ, ἔχεις τὴν ὑπογραφὴν τοῦ σωματικοῦ ἐκείνου καὶ τὴν ἡδίστην ἐμφόρησιν· εἰ μεγάλην ἡγῇ τὴν ἀπόλαυσιν τῶν αἰσθητῶν, ἐπείγου πρὸς ταύτην, ἐν ᾗ χορηγία τρυφῆς ἀδιάλειπτος. εἰ πνευματικὸς εἶ καὶ ὑψηλότερα φρονεῖς τῶν σωματικῶν ἀπολαύσεων, ἀνάβηθι τῇ διανοίᾳ πρὸς τὰ κάλλη τῶν ἀγγέλων καὶ κατάμαθε τοὺς ἐν αὐτοῖς τῆς δικαιοσύνης καρπούς, θέασαι τὸν ποταμὸν τοῦ θεοῦ τὸν πεπληρωμένον ὑδάτων, οὗ Τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, ἐκείνην τὴν πόλιν, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. ἐκείνην τὴν πόλιν διαρρέει ὁ ποταμὸς τοῦ θεοῦ οὗτος ὁ ἀρχόμενος ἐξ Ἐδὲμ ὁ ποτίζων τὸν παράδεισον. πάντα ταῦτα τῇ διανοίᾳ καταμαθὼν δόξαζε τὸν θεόν, ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰώνας τῶν αἰώνων. ἀμήν.