φανερώτερον δείκνυσιν ἐπὶ τοῦ ∆αυῒδ λέγεσθαι τὸν ψαλμόν. Τὸ γὰρ ἐπανίστασθαι κυρίως λέγεται ἐπὶ τῶν πρότερον μὲν ἐν ὑπηκόων τάξει καθεστηκότων, μετὰ δὲ ταῦτα πόλεμον ἀραμένων. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου. Ἐπειδὴ ἐλέχθη, ὡς ἐκ προσώπου Κυρίου ὁ ψαλμὸς ἀπαγγέλλεται, ῥητέον ὡς καὶ αὐτοῦ ὑψοῦται ἡ 27.69 κεφαλὴ, ὁ Θεὸς οὖσα, ὅταν ἡ θεότης αὐτοῦ φανερὰ δι' ἀποδείξεως τοῖς πιστοῖς γένηται. [Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ. Πρέπουσα τῇ πίστει τοῦ προφήτου φωνὴ, ἀσείστως φέροντος τηλι καύτας περιστάσεις, καὶ πεποιθότος μὴ ἐγκαταλειφθήσεσθαι· ἀλλὰ πρὸς τὸ βοηθῆναι καὶ ὑψωθήσεσθαι καὶ τὴν βασιλείαν ἀπολήψεσθαι· τοῦτο γὰρ εἶπόν τι νες, ὑψῶν τὴν κεφαλήν. ∆όξα τοίνυν τοῦ δικαίου ὁ Θεὸς, ᾧ πέποιθεν· ᾧ δὲ δόξα ὁ Θεὸς, οὗτος ὑψοῦται τὴν κεφαλήν.] Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. ∆ιδάσκει ὁ λόγος, ὡς ἐν ταῖς περιστάσεσι οὐκ ἄλλῳ ἢ Θεῷ μόνῳ προσιέναι δεῖ. [Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Προέταξε μὲν τὴν εὐχὴν, εἶτα μετὰ τὸ διάψαλμα τὴν εὐχαρι στίαν, ἐπὶ τὸ τετυχηκέναι ὧν ᾔτησε. Νῦν μέντοι ἀπο στρέφει τὸ πρόσωπον πρὸς ἡμᾶς, καὶ διηγεῖται πῶς εὐξάμενος ἐπηκούσθη, καί φησι· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Καὶ φωνὴν μὲν ὑποληπτέον τὴν νοερὰν τῆς διανοίας πρὸς τὸν τῶν ὅλων Θεὸν ἱκεσίαν· οὐ γὰρ τὴν κραυγὴν λέγει, ἀλλὰ τὴν αὐδαίαν τῆς διανοίας εὐχήν. Τὸ δέ· ἐπήκουσέ μου ἐξ ὄρους, κατὰ τὴν κατέχουσαν εἴρηται δόξαν. Ἐνομίζετο γὰρ ἐν τῇ Σκηνῇ κατοικεῖν, ἐπειδὴ ἐκεῖθεν καὶ οἱ χρησμοὶ τοῖς ἱερεῦσι ἐδίδοντο. Ἢ τὸ, ἐξ ὄρους ἁγίου, ἀντὶ τοῦ, ἐξ οὐρανοῦ· ὡς καὶ τό· Ἐν ὄρει ἁγίῳ σου· καὶ, Ἐγγίσατε ὄρεσιν αἰωνίοις, δύναται ὄρος ἅγιον εἶναι Θεοῦ ἐξ οὗ εἰσακούει τῶν εὐχομένων ὁ Θεὸς ὁ μονογενὴς αὐτοῦ, περὶ οὗ εἴρηται· Ἔσται ἐμφανὲς τὸ ὄρος τοῦ Κυ ρίου ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν· δηλούσης τῆς λέξεως ταύτης τὴν γενομένην αὐτοῦ φανέρωσιν, κατὰ τὴν ἐπιδημίαν ἐπὶ συντελείᾳ τῶν αἰώνων· ἢ, ἐξ ὄρους ἁγίου, ἐκ τοῦ οὐρανοῦ. Ὄρος ἅγιον Θεοῦ ἡ ὑπερφυὴς γνῶσις αὐτοῦ. Τὸ διάψαλμα, μουσικοῦ μέλους ἢ τροπῆς γενομέ νης ἢ διανοίας καὶ δυνάμεως λόγου ἐναλλαγῆς. Τὸ, ἐξηγέρθην, τοῦτο δηλοῖ, ὅτι, τῆς θείας ἀπολαύ σας τροπῆς, κρείττων ἐγενόμην τῶν προσπεσόντων κακῶν.] Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα. Τὸν περὶ τοῦ νοῦ ὕπνον φησὶ, δι' οὗ καὶ εἰς τὴν ἁμαρτίαν κατέπεσεν. [Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι. Πάταξον, σύντριψον, ἢ πατάξεις. Ἐπισπεύδει τὴν ἐξανάστασιν τὴν κατ' αὐτῶν τοῦ Θεοῦ, ἤτοι τὴν ἄμυναν. Ματαίως ἔχει τοὺς ἐχθροὺς ὁ μὴ παρέχων πρόφασιν μίσους. Ὀδόντας δὲ ἁμαρτωλῶν ἢ τὴν ἰσχὺν λέγει τῶν εἰς αὐτὸν ἁμαρτανόντων, ἢ τοὺς λό γους τοὺς κατ' αὐτοῦ, καὶ τὰς βλασφημίας· ἢ ὀδόν τες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες. Τοῖς γὰρ λογισμοῖς ὡς ὀδοῦσι χρώ μενοι πολλάκις ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν, τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρκὸς φυόμενα. Φανερὰ δὲ, φησὶν, ἐστὶ τὰ ἔργα τῆς 27.72 σαρκὸς, ὁ θεῖος Ἀπόστολος. Ὀδόντας λέγει· ἀπὸ μεταφορᾶς τῶν θηρίων τοῦτό φησιν, ἃ μᾶλλον τοῖς ὀδοῦ σιν ἰσχύει, καὶ συνθλωμένων, εὐκαταφρόνητα γίνον ται. Καὶ γὰρ οἱ φονεῖς καὶ αἱμοχαρεῖς καὶ αὐτῶν τῶν αἱμοβόρων θηρίων χείρους εἰσὶν, ἢ τούτοις παρισοῦνται.] Τοῦ Κυρίου ἡ σωτηρία. Σῶσόν με, φησὶν, Κύριε. Εὔχομαι δὲ καὶ τοῦτο εἰς πάντα ἐξενεχθῆναι τὸν λαόν. Ἰστέον δὲ, ὡς ἅπας ὁ ψαλμὸς ἀναφορὰν ἔχει εἰς τὴν ἀνθρωπότητα, ἁμαρτοῦσαν μὲν καὶ δι' αὐτὸ τοῦτο παραδεδομένην τοῖς νοητοῖς ἐχθροῖς, βοῶσαν δὲ ἐν θλίψει καὶ ἐπακουσθεῖσαν παρὰ τοῦ Θεοῦ, καὶ μὴν καὶ σωθεῖσαν διὰ τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν δη λονότι, καὶ πατάξαι τοὺς ἐχθραίνοντας ἡμῖν δαίμο νας. Αὐτὸς γὰρ, ὁ τὰς μύλας τῶν λεόντων συν θλάσας Κύριος. Καὶ αὐτοῦ [αὐτός, Ambr.] ἐστιν, ἤτοι παρ' αὐτοῦ, ἡ σωτηρία. [Τοῦ Κυρίου ἡ σωτηρία. Οὐκ ἔχω, φησὶν, εἰς ἄνθρωπον τὴν ἐλπίδα, ἀλλὰ παρὰ σοῦ τὴν σωτηρίαν προσμένω, καὶ ὁ σὸς λαὸς σὺν ἐμοὶ πολεμούμενος.]
4