27.1361 καὶ εὐθέως λέγει· Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφοί. Ἰδὲ τὸν Σωτῆρα πῶς νηπίοις παραγγέλλει φαγεῖν· τοῖς δὲ μείζοσι λέγει, Καὶ πίετε· τοῖς δὲ τελείοις ἔλεγεν, ὅτι Καὶ μεθύσθητε, ἀδελφοί. Ἀμέλει γε Παῦλος, τέλειος ὢν, καὶ μεμεθυσμένος τὴν θείαν ταύτην μέθην, ἔλεγεν· Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν. Μὴ νομίσῃς δὲ αὐτὸν, ὅτι ἀπὸ οἴνου ἦν ἐξιστάμενος· αὐτὸς γὰρ παρήγγειλε· Μὴ μεθύσκετε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλ', Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου, Τιμοθέῳ γράφει· εἰ δὲ ἄλλοις παραγγέλλει, πόσῳ μᾶλλον ἑαυτῷ; Ἐκεῖνος γὰρ μεμεθυσμένος ἦν καλὴν καὶ θείαν ἀπὸ τοῦ Λόγου μέθην. Γένοιτο δὲ καὶ ἡμᾶς συναριθμηθῆναι μετ' αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.
5