ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
πιστεύσαντος νοῦν ἵνα φαίνοιτο καὶ καρποφόρος; τίς δὲ ἡ αὔξησις ἡ παρὰ Χριστοῦ ἢ διὰ Πνεύματος στερέωσις καὶ "εἰς ἄνδρα τέλειον" ἀναδρομὴ ἀναλόγως ταῖς ἑκάστου σπουδαῖς τε καὶ προθυμίαις χορηγουμένη; 259 Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Ἐπειδὴ Χριστὸς ἡμᾶς ἐξηγόρασεν τῷ τιμίῳ αὐτοῦ αἵματι τὸν τῆς σαρκὸς ἀνατλὰς θανατὸν, τοῦ ἀγοράσαντος πάντως ἐσμὲν, οὐχ ἑτέρων, εἰ καὶ γεγόνασιν εἰς ἡμᾶς τινες διάκονοι καὶ διαλλάκται καὶ μεσίται καὶ μυσταγωγοὶ τῆς παρ' αὐτοῦ χάριτος· διὸ οὐχ ἑτέρων ὀνομαζόμεθα ἀλλὰ μόνου Χριστοῦ ὃς καὶ κυριεύει ἡμῶν. Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα.
Ἐπειδὴ οἶκον ὠνόμασεν Θεοῦ τοὺς πεπιστευκότας, θεμέλιον εἰκότως ὀνομάζει Χριστόν· καὶ πολλοὶ μὲν διδάσκαλοι γεγόνασι παρὰ Κορινθίοις, αὐχεῖ δὲ ὁ Παῦλος τὸ πρῶτος εἶναι τῶν ἄλλων, καὶ οἷόν τις ἀπαρχὴ τῶν εὐαγγελισαμένων αὐτοῖς τὸ Χριστοῦ μυστήριον, ὅς ἐστι θεμέλιος ἀκατάσειστος, ἀνέχων τοὺς ἐποικοδομουμένους αὐτῷ, καὶ ναοὺς ὑποφαίνων, συναρμολογουμένους τε ἀλλήλοις διὰ τῆς πίστεως καὶ τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι συμβαίνοντος εἰς ὁμοψυχίαν· περὶ τούτου τοῦ θεμελίου ἔφασκεν ὁ Θεὸς καὶ Πατὴρ διὰ προφήτου "Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν "λίθον πολυτελῆ ἀκρογωνιαῖον ἔντιμον, εἰς τὰ θεμέλια "αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ." Τεθεικέναι τοίνυν ὁ Παῦλος εὖ μάλα φησὶ τὸν θεμέλιον αὐτὸς, καὶ δύνασθαι μὲν ἑτέρους ἐπεργάζεσθαί τε καὶ οἰκοδομεῖν, οὐ μὴν ἔτι καταθεῖναι καὶ ἕτερον παρὰ τὸν ἤδη κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός· "οὐ γάρ ἐστιν ἕτερον ὄνομα "ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἄνθρωποις, ἐν ᾧ δεῖ "σωθῆναι ἡμᾶς." "Εἷς γὰρ Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ 260 "πάντα καὶ ἡμεῖς εἰς αὐτὸν, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, "δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ, καὶ αὐτός ἐστιν ἡ "κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας." εἴ τις οὖν ἀρνεῖται τὸν θεμέλιον καὶ παραιτεῖται τὴν πέτραν, οὐκ οἰκοδομεῖ ἐπ' αὐτῇ ἀλλ' εἰς τὴν ἄμμον· ταύτῃτοι καὶ λίαν εὐκόλως κατασεισθήσεται· ὃ γὰρ μὴ ἀνέχῃ Χριστὸς, τοῦτο δὴ πάντως κινηθήσεται, οὐχ ἑδραίαν ἔχων τὴν στάσιν. Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμὰς ἐφυσιώθησάν τινες.
Ἐπειδή τινες ἦσαν ἐν Κορίνθῳ οἰόμενοι ἀρκεῖν ἑαυτοῖς καὶ μὴ δεῖσθαι διδασκάλων, καὶ ὑπεραίρειν ἐν σοφίᾳ κοσμικῆς εὐγλωττίας τὸν Παῦλον· καὶ διὰ τοῦτο ἀνεφυσῶντο πρὸς ὑπεροψίαν κατεξανιστάμενοι τῶν ἄλλων, ὅμως οὐκ ἀνεπίληπτοι κατὰ τὸν βίον. ἐπεὶ οὖν πεφυσίωνταί τινες ἀπόντος μου καὶ νομίζουσι διὰ τοῦτό με ἀπολιμπάνεσθαι ὡς δεδιότα τοῦ ἐλθεῖν αὐτοῖς εἰς λόγους, ὅπερ οὐχ οὕτως ἔχει, ἥξω θέλοντος καὶ ἐπιτρέποντος Θεοῦ. Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ. Ἐπηγγείλατο μὲν ἀφίξεσθαι πλὴν οὐ πάντως, ἀλλ' ὡς πρέπον ἦν ἐπιεικῶς προσθεὶς τὸ ἀναγκαῖον τό Ἐὰν ὁ Κύριος θελήσῃ· δεῖ γὰρ ἡμᾶς οὐχ ἑτέρως ἢ φρονεῖν ἢ λέγειν ἢ ὧδέ τε καὶ μόνος. Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Τίς ἡ ὄνησις λέξεως λαμπρᾶς ἐχούσης τῶν ἀγαθῶν οὐδὲν, ὁποῖα ἡ τῶν ἑλλήνων ἐστίν; ἡ δέ γε τῆς θεοπνεύστου γραφῆς ἁπλὴ μέν ἐστι καὶ κατειθισμένη, πλουσίως γεμὴν ὀνίνησι καὶ ἀποφέρει λαμπρῶς εἰς ἐπίγνωσιν ἀληθῆ τοῦ 261 κατὰ φύσιν ὄντος Θεοῦ· ἀποτελεῖ δὲ πρὸς τοῦτο καὶ παντὸς ἀξια[γασ]τοῦ πράγματος ἐπιμελητάς· οὗ δὴ γεγονότος, καταπλουτήσειεν ἄν τις καὶ τῶν διὰ Πνεύματος χαρισμάτων τὴν ἀξιόληπτον χάριν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ' ἐν δυνάμει· τὸ δέ Ἐν δυνάμει νοήσεις, εἰ μὲν ἐπ' αὐτῶν φέροιτο τῶν ἁγίων ἀποστόλων, ὡς ἐν ἰσχύϊ τε καὶ ἐνεργείᾳ τῇ διὰ τοῦ Πνεύματος, καθ' ἥν εἰσι καὶ θαυματουργοί· εἰ δ' ἐφ' ἡμῶν αὐτῶν, ὡς ἐν δυνάμει ζωῆς τῆς ἁγίας καὶ εἰλικρινοῦς ἐκδέξῃ τὸ εἰρημένον. Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ; Βούλεσθε, φησὶν, σοφὴν ἐπίπληξιν οἵᾳ τινὶ ῥάβδῳ ἐπαγάγω τοῖς