τέτηκα καὶ ἐλουσάμην. Ἔστιν οὖν εἰπεῖν, ὅτι ὁ χαρακτήρ, ἤγουν ὁ τύπος, τῆς φωνῆς ἐπεκράτησεν ἐπὶ τούτων· ὥσπερ γὰρ ἐν τοῖς ὀνόμασι πολλάκις τοῦ σημαινομένου ἐπικρατεῖ ὁ χαρακτήρ ἰδοὺ γὰρ τὸ παιδίον, εἰ καὶ ἄρρεν καὶ θῆλυ δηλοῖ, ὅμως οὔτε ἀρσε νικὸν οὔτε θηλυκὸν λέγεται ἀλλ' οὐδέτερον πρὸς τὸν χαρακτῆρα τῆς φωνῆς, ἐπειδὴ οὔτε ἀρσενικὸν χαρακτῆρα ἔχει οὔτε θηλυκόντὸν αὐτὸν οὖν τρόπον καὶ ἐπὶ τῆς μέσης διαθέσεως ὁ χαρακτὴρ τῆς φωνῆς ἐπεκράτησε τοῦ σημαινομένου. ∆ιατί δὲ καλεῖται διάθεσις, προϊόντες, εἰ θεῷ φίλον, μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Εἴδη δέ εἰσι δύο, πρωτότυπον καὶ παράγωγον· καὶ πρωτότυπον μέν, οἷον ἄρδω, παράγωγον δέ, οἷον ἀρδεύω. Τινὲς δὲ ἐθέλησαν λέγειν μὴ ἔχειν τὰ ῥήματα εἴδη, λέγοντες ὅτι οὐκ ἔχουσιν ἐναλλαγὴν τοῦ σημαινομένου· τὸ αὐτὸ γὰρ σημαίνει καὶ τὸ τιθῶ καὶ τὸ τίθημι, ὁμοίως τὸ αὐτὸ σημαίνει τὸ ἱστῶ καὶ ἵστημι καὶ τὸ διδῶ καὶ δίδωμι· ἐν δὲ τοῖς εἴδεσι τῶν ὀνομάτων ἐναλλαγὴ γίνεται σημαινομένου, οἷον πατρωνυμικοῖς κτητικοῖς συγκριτικοῖς ὑπερθετικοῖς ὑποκοριστικοῖς παρω νύμοις ῥηματικοῖς. Ἔστι δὲ εἰπεῖν, ὅτι εἰ καὶ μὴ γίνεται ἐναλλαγὴ σημαινομένων, ἀλλ' οὖν ἐναλλαγὴ φωνῆς <γίνεται>, ὡς ἐν τῷ <ἄρχω ἀρχεύω, ἄρδω ἀρδεύω>, τιθῶ τίθημι, ἱστῶ ἵστημι· ἄλλως τε δὲ πολ λάκις καὶ ἐναλλαγὴ σημαινομένων γίνεται· καὶ ἀπὸ ὀνομάτων γίνονται παράγωγα ῥήματα καὶ ἐναλλάσσουσι τὸ σημαινόμενον, οἷον πόλεμος πολεμίζω, Ἀντίγονος ἀντιγονίζω, Φίλιππος φιλιππίζω, Μῆδος μηδίζω· ἰδοὺ ταῦτα ἀπὸ ὀνομάτων παραχθέντα ἐναλλαγὴν ἐποιήσαντο τοῦ σημαι νομένου· τὸ μὲν γὰρ πόλεμος τὸν πόλεμον σημαίνει, τὸ δὲ πολεμίζω τὰ τοῦ πολέμου φρονῶ· καὶ πάλιν τὸ μὲν Ἀντίγονος τὸν Ἀντίγονον 10 σημαίνει, τὸ δὲ ἀντιγονίζω τὰ τοῦ Ἀντιγόνου φρονῶ· καὶ πάλιν τὸ μὲν Φίλιππος τὸν Φίλιππον σημαίνει, τὸ δὲ φιλιππίζω τὰ τοῦ Φιλίπ που φρονῶ· καὶ πάλιν τὸ μὲν Μῆδος τὸν Μῆδον δηλοῖ, τὸ δὲ μηδίζω τὰ τῶν Μήδων φρονῶ. Καὶ ἀπὸ ῥημάτων δὲ γίνονται ὁμοίως παρά γωγα ῥήματα καὶ ἐναλλάσσουσι τὸ σημαινόμενον, οἷον βρώσω βρωσείω· τὸ μὲν γὰρ βρώσω τὸ μέλλω φαγεῖν δηλοῖ, τὸ δὲ βρωσείω τὸ ἐπιθυ μίαν ἔχω τῆς βρώσεως· καὶ πάλιν πολεμήσω πολεμησείω· τὸ μὲν γὰρ πολεμήσω τὸ μέλλω πολεμῆσαι δηλοῖ, τὸ δὲ πολεμησείω τὸ ἐπιθυμίαν ἔχω τοῦ πολέμου· καὶ πάλιν ὄψω ὀψείω· τὸ μὲν γὰρ ὄψω τὸ μέλλω θεωρῆσαι δηλοῖ, τὸ δὲ ὀψείω τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι· καὶ πάλιν πλεύσω πλευσείω· τὸ μὲν γὰρ πλεύσω τὸ μέλλω πλεῦσαι δηλοῖ, τὸ δὲ πλευσείω τὸ ἐπιθυμίαν ἔχω τοῦ πλεῦσαι· καὶ ταῦτα μὲν ἀπὸ μέλλοντος παραγόμενα ἐνεστῶτος χρόνου γίνονται. Σχήματα δέ εἰσι τρία, ἁπλοῦν σύνθετον παρασύνθετον· ἁπλοῦν μέν, οἷον φρονῶ, σύνθετον δέ, οἷον καταφρονῶ, παρασύνθετον δὲ τὸ ἀπὸ συνθέτου παραγόμενον, ὡς ἀπὸ τοῦ Ἀντίγονος συνθέτου γίνεται τὸ ἀντιγονίζω παρασύνθετον, τουτέστι τὰ τοῦ Ἀντιγόνου φρονῶ· καὶ ἁπλῶς ὅσα ἀπὸ συνθέτου παράγονται, παρασύνθετα καλοῦμεν, εἴτε ἀπὸ ὀνομάτων παράγονται εἴτε ἀπὸ ῥημάτων. Ἀριθμοὶ δέ εἰσι τρεῖς, ἑνικὸς δυϊκὸς πληθυντικός· ἑνικὸς μέν, οἷον τύπτω, δυϊκὸς δέ, οἷον τύπτετον, πληθυντικὸς δέ, οἷον τύπτομεν. Πρόσωπα δέ εἰσι τρία, πρῶτον δεύτερον τρίτον.
Καὶ λέγει ὁ ∆ιονύσιος <p. 51, 4 Uhl>14 τῶν βαρυτόνων διὰ τοῦ δευτέρου συμφώνου τοῦ ˉγ ἐκφέρεται, καὶ ἐπειδὴ μέσον ἐστὶ τὸ ˉγ τοῦ ˉκ καὶ ˉχ, ἐκφέρεται ἡ δευτέρα συζυγία τῶν βαρυτόνων διὰ τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ, οἷον λέγω πλέκω τρέχω· ἐπειδὴ δὲ πάλιν ἐκ τριῶν συμφώνων οὐ δύναται συνί<στασθαι συζυγία>, τούτου χάριν προσλαμβάνει τὸ ˉτ ἐκ τῆς τρίτης συζυγίας καὶ πλεονάζει τὸ ˉκ, καὶ λοιπὸν εὑρίσκεται ἐκφερομένη διὰ τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ ἢ ˉκˉτ, οἷον λέγω πλέκω τρέχω τίκτω. <Ἡ δὲ> τρίτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ τρίτου συμφώνου τοῦ ˉδ ἐκφέρεται, καὶ ἐπειδὴ μέσον ἐστὶ τὸ ˉδ τοῦ ˉθ καὶ τοὺ ˉτ, τούτου χάριν ἐκφέρεται ἡ τρίτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ ˉδ ἢ ˉθ ἢ ˉτ, οἷον ᾄδω πλήθω ἀνύτω· ἐπειδὴ δὲ ἐνταῦθα οὐχ εὑρί σκομεν παραπεφυλαγμένον τὸ ἰδίωμα τῆς συζυγίας, ἀπὸ γὰρ τῶν