νύκτα τὴν κλίνην μου. Ἀντὶ μιᾶς, φησὶ, νυκτὸς, καθ' ἣν τὴν ἁμαρτίαν ἐποίησα, πολλὰς διετέλεσα νύκτας δάκρυσι βρέχων τὴν στρωμνήν μου. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. Ὀφθαλμὸν δὲ τὸν νοῦν λέγει, ἐπειδὴ ὁ ὀφθαλμὸς τῆς ψυχῆς ἐστιν ὁ νοῦς. Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἐνταῦθα τὸν χρόνον δηλοῖ τῆς κακοπαθείας. [Ὃν καὶ ἐν τάξει κατορθώματος κέκτηται, διὰ τὸ πολὺν εἶναι.] Ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ὡς ἤδη εἰσακουσθεὶς μακρὸν κατὰ τῶν ἐχθρῶν συνείρει λόγον. Οὐ μικρὰ δὲ καὶ αὕτη πρὸς ἀρετὴν ὁδὸς, τὸ φεύγειν καὶ διακρούεσθαι τὰς τῶν πονηρῶν συνουσίας. Οὗτος γὰρ τῆς μετανοίας καρπὸς καὶ τῶν δακρύων τὸ κέρδος. Ἢ ἐλλιπῶς τοῦτο, ἀντὶ τοῦ· ∆ὸς εἰπεῖν τοῖς ἐπεμβαίνουσιν ἐχθροῖς· Ἀπόστητε, ὅτι εἰσηκούσθην, ὅτι προσεδέχθην ὁ διὰ τῆς ἁμαρτίας ἀπωσθείς. ΨΑΛΜΟΣ τῷ ∆αυΐδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεῖ. Ζʹ. Ὑπόθεσις. Ἀρχιεταῖρος τοῦ ∆αυῒδ ὁ Χουσὶ, ὃς ἀποστέλλεται παρὰ τοῦ ∆αυῒδ πρὸς Ἀβεσσαλὼμ ἐπὶ τῷ ἀντιπρᾶξαι τῷ Ἀχιτόφελ βουλὰς εἰσηγουμένῳ κατὰ τοῦ ∆αυΐδ· ὃς καὶ ἀπελθὼν, καὶ προδοσίαν ὑποκρινά μενος, βουλῆς προστεθείσης παρὰ τοῦ Ἀβεσσαλὼμ, αὐτῷ τε τῷ Χουσὶ καὶ τῷ Ἀχιτόφελ· καὶ τοῦ μὲν κελεύοντος ἐπιδιώκειν, τοῦ Ἀχιτόφελ, τοῦ δὲ μὴ, τοῦ Χουσί· οὐ γὰρ δεῖ ἀπράκτως, φησὶν, ἐπιέναι ἀνδρὶ ἐπισταμένῳ τὰ πολέμια· καὶ τούτῳ τῷ λόγῳ διασώσαντος τὸν ∆αυΐδ· ὡς ἂν μὴ ἀνθρωπίνης ἐπι κουρίας σωζόμενος, τῷ Θεῷ τὴν ὑπὲρ τούτων εὐχαριστήριον ᾠδὴν ἀναπέμπει, τὸ πᾶν ἐκείνου τῇ χάριτι ἀνατιθεὶς, ἀνθρώπων δὲ οὐδενί. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Ἐπειδὴ ἀνθρώπῳ, φησὶ, περὶ σωτηρίας οὐ θαῤῥῶ, εἰ καὶ τοῦ Χουσὶ οἱ λόγοι καλοὶ, σῶσόν με καὶ ἐκ τῶν παρόντων μὲν ἐχθρῶν, μάλιστα δὲ ἀπὸ τοῦ ἐφεδρεύοντος νοητοῦ λέοντος τῇ ἡμετέρᾳ ψυχῇ. 27.80 Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά. Τὸ ἀμνησίκακον προβάλλεται ἐκκαλούμενος δι' αὐτοῦ εἰς ἔλεον τὸν Θεόν. Ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχ θρῶν μου κενός. Ὁ μὲν δίκαιος νικήσας πλήρης ἀπὸ τῶν ἐχθρῶν ἐξέρχεται· ὁ δὲ φαῦλος καὶ νικηθεὶς ἀποπίπτει αὐτῶν κενὸς, καὶ οὐδὲν ἔχων πληρώματος. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐμπέσω εἰς τὰς χεῖρας τοῦ διαβόλου, εἰ τοιοῦτόν τι ἐποίησα τῶν προλεχθέντων· εἰ καὶ τὸ καὶ τὸ ἐποίησα, μὴ ἐλευθερωθείην τῆς ἁμαρ τίας πρὸ τοῦ θανάτου. Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου. Τουτέστιν, ἐν τοῖς κραταιοῖς τῶν ἐχθρῶν μου. Πέρατα γὰρ τὰ ἄκρα δηλοῖ. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστά γματι ᾧ ἐνετείλω. Σαφῶς περὶ τῆς θεοφανείας τοῦ Σωτῆρος διὰ τῶν παρόντων εὐαγγελίζεται. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Σαφῶς διὰ τῶν παρόντων τῆς Ἐκκλησίας τὴν εἰς αὐτὸν πίστιν δηλοῖ. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Ταύτης μὲν τῆς συναγωγῆς δηλονότι. Τὸ δὲ, εἰς ὕψος, ἢ τὸν τίμιον αἰνίττεται σταυρὸν, εἰς ὃν ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας, ἢ τὴν εἰς οὐρανὸν ἀναφοίτησιν. Ἐπορεύθη γὰρ ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου Ἀξιοῖ πάλιν ἀπὸ τῶν ἐχθρῶν σωθῆναι, ἀφ' ὧν ἔπρα ξαν τὸν ἔλεον ἐκκαλούμενος. Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἐπειδὴ οἶδας, φησὶ, τῆς ἡμετέρας καρδίας τὰ νοήματα, τού του χάριν τὴν βοήθειαν ἐξαιτῶ. Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος. Σαφῶς διὰ τῶν τοιούτων παρίστησι τὸ μα κρόθυμον τοῦ Θεοῦ, ἀναβολὴν μὲν ἔχοντος τῆς ἡμε τέρας κολάσεως, οὐ μὴν παντελῆ συγγνώμην. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Βέλη μὲν τὴν τιμωρίαν φησὶν, καιομένοις δὲ τοῖς ἀξίοις πυρός. Ἰδοὺ ὠδίνησεν ἀδικίαν. Ὁ ἐχθρὸς τῆς ἡμετέρας ζωῆς. Συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. Τουτ έστι καὶ βεβούλευται καὶ εἰς ἔργον ἐξήγαγε τὰ σκέμματα. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν. Θάνατον γὰρ κατασκευάσας κατὰ τοῦ Σωτῆρος Χριστοῦ, θα νάτῳ παραδίδοται. Εἰς τὸ τέλος, ὑπὲρ ληνῶν,
7