ἀκάθαρτοι λέγονται, ἁμαρτίας γεννῶντες καὶ δόγματα ψευδῆ· οἱ δὲ τῷ σώματι προσφερόμε νοι πληγῶν καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυ λακῶν καὶ θανάτων αἴτιοι γίνονται· οἱ δὲ τῶν περὶ τοῦ σώματος πειρασμοὶ περιέχουσι ζημίας χρημά των καὶ κτημάτων καὶ ἀποβολὰς τέκνων καὶ γυναικῶν ἀφαιρέσεις. ∆ῆλον οὖν ἐστιν ἐκ τούτων, ὅτι πάντως διά τινος τῶν κατειλεγμένων πειρασμῶν ἐκυρίευσε παντὸς δικαίου ὁ Σατανᾶς· μόνος γὰρ Χριστὸς ἁμαρ τίαν οὐκ ἐποίησε, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.] Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει. Παράμονον, φη σὶν, ἕξειν τὴν εὐημερίαν λελόγισται. ∆ιὸ καὶ πικρίας καὶ δόλου τὸ στόμα πεπλήρωται· καὶ μὴν ἐνεδρεύει πτωχοὺς πρὸς τὸ ἀποκτεῖναι διὰ τῶν ἰδίων παγίδων. Τὸ δὲ, μετὰ πλουσίων, τί ἂν ἕτερον νοηθείη ἢ τῶν πλουτούντων ἐν κακοῖς; Οὗτοι γὰρ τῷ διαβόλῳ κατὰ τῶν πτωχῶν τῷ πατρὶ αὐτῶν συμπράττουσιν Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων. Ἐν συλλόγοις δὲ καὶ ἐν συνεδρίοις καθήμενος, ἐνέδρας τινὰς καὶ μηχανὰς τοῖς ἀναιτίοις κατασκευάζει. Κύψει καὶ πεσεῖται. Ὅταν εἴπῃ [αμβρ. αδδ. ὁ διάβολος]· Νενίκηκα, τότε πεσὼν αἰσχύνεται. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός. Λέγει ταῦτα ὁ διάβολος οὐχ οὕτως ἔχων, ἀλλ' ἡμᾶς ἀπατῆσαι βουλόμενος, ἵνα σκελισθῶμεν, ἀμε λεῖν τὸν Θεὸν τῶν ἀνθρωπίνων νομίζοντες. Ἀνάστηθι, Κύριε ὁ Θεός μου. Εὔχεται τὴν ἀν οχὴν τοῦ Θεοῦ καὶ τὴν χρηστότητα κινῆσαι· μὴ ὑψου μένης γὰρ ἐπὶ τῇ μωρίᾳ τῶν ἀσεβῶν τῆς χειρὸς τοῦ Θεοῦ, προπετέστεροι γίνονται. [Ὑψωθήτω ἡ χείρ σου. Ἔπαρον τὴν χεῖρά σου, καὶ δίδαξον αὐτοὺς, ὡς τῶν ἀδικουμένων προνοῇ· καὶ ὡς ἐξ ὕπνου ἀναστὰς, ἀνωτέραν δεῖξον τῆς ἐκείνων γνώμης τὴν ἀπὸ σοῦ τιμωρίαν. Καὶ κόλασον μὲν ἐκείνους, φεῖσαι δὲ τὸν ἀδικούμενον, σφοδρότερον ἀχθεσθεὶς ταῖς ἐκείνων τόλμαις καὶ βλασφημίαις. Ἕνεκεν τίνος, φησὶ, παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν;] Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἐκζητήσει. Τοῦτο αἴτιον καὶ τοῦ ἐπαρθῆναι καὶ τοῦ πεσεῖν αὐτόν. 27.92 Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς. Σὺ, φησὶν, ὦ Κύριε, πάντα γινώσκεις, καὶ οὐδέν σε τῶν πραττομένων λανθάνει, οὐδὲ τῶν ἐν διανοίᾳ καὶ λογισμοῖς ἀνιόντων. Ἀλλὰ καὶ τοὺς πόνους αὐ τῶν καὶ τοὺς θυμοὺς τῶν ἐπηρεαζόντων καὶ τοὺς παροργισμοὺς τῶν ἀνθρώπων οἶδας ἀκριβῶς. Ἐπειδὴ πάντων τοὺς λογισμοὺς κατανοεῖς, καὶ σὺ ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Καὶ ταῦτα πάντα ἐφορῶν μα κροθυμεῖς, εἰδὼς, ὅτι ὑπὸ τὰς σὰς χεῖρας οἱ πάντες τυγχάνουσι, καὶ οὐκ ἔστι που οὐδενὶ ἐκτὸς διαδράναι. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Τουτέστι τὴν παρὰ σοῦ μένει βοήθειαν. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Ἀντὶ τοῦ, τὴν δυναστείαν τοῦ ἐχθροῦ. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. ∆ι' αὐτὴν μὲν τὴν ἁμαρτίαν. Τὸ δὲ ὅλον οὕτως· Ἐὰν, φησὶν, ἐκζητήσῃς τὴν ἁμαρτίαν τοῦ πονηροῦ, οὐ μὴ εὑρεθῇ· τουτέστιν, ἀπολεῖται ὁ πονηρὸς δι' αὐτήν. [Εὑρίσκονται οἱ σωζόμενοι παρὰ τοῦ Θεοῦ, ὡς τό· Εὗρον ∆αυῒδ τὸν δοῦλόν μου, καὶ, Εὑρέθη ἡ ἀπολ λυμένη δραχμή· καὶ ἐπεὶ μὴ εὑρέθη, ἀπώλετο ἄν. Οἱ ἀπολλύμενοι οὐχ εὑρίσκονται εἰς τὸν αἰῶνα· μένει γὰρ ὁ δικαστὴς, καὶ βασιλεύει διαπαντὸς ἐν τῷ μέλ λοντι καὶ νέῳ αἰῶνι.] Κύριος βασιλεύσει εἰς τὸν αἰῶνα. Ἐν τῷ μέλ λοντι καὶ νέῳ αἰῶνι. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. Ἐν γὰρ τῇ βασιλείᾳ αὐτοῦ βληθήσονται εἰς τὸ πῦρ τὸ αἰώνιον. [Ἔθνη καλεῖ τοὺς ἀδίκους, ὡς μὴ κατὰ νόμον ζῶντας, ἀλλὰ καὶ ἐθνικὴν καὶ βαρβαρικὴν ὠμότητα. Τούτων αἰτεῖ ἐκκοπὴν, Ἀπολεῖσθε, λέγων, καὶ πανωλεθρίαν αὐτοῖς ἀπειλῶν· ὥστε καὶ τούτους ἀνα πνεῦσαι, κἀκείνους σωφρονισθῆναι.] Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε. Αὕτη γὰρ ἦν αὐτῶν ἡ ἐπιθυμία, καὶ οὗτος ὁ πόθος τὸ τῶν μελλόντων ἀξιωθῆναι ἀγαθῶν. Τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. Εἰς τοῦτο γὰρ ἑτοιμαζόμενοι, πάντα ὑπομένειν τῇ καρδίᾳ εὐτρεπίζονται. [Ἑτοιμασία καρδίας ἡ οἷον ὑπόσχεσις τῶν τῆς ψυχῆς κινημάτων πρὸς συνακολούθησιν τοῦ Θεοῦ.] Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ,
11