τυγχάνων, ἐν ᾧ δημιουργεῖ. Ἔπειτα λεγέτωσαν ἡμῖν, μᾶλλον δὲ κἂν ἐκ τούτου βλεπέτωσαν τὴν δυσ σέβειαν ἑαυτῶν ἐκ τοῦ λέγειν, Ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ. Εἰ γὰρ οὐκ ἀϊδίως σύνεστιν ὁ Λόγος τῷ Πατρὶ, οὐκ ἔστιν ἡ Τριὰς ἀΐδιος· ἀλλὰ μονὰς μὲν ἦν πρότερον, ἐκ προσθήκης δὲ γέγο νεν ὕστερον Τριὰς, καὶ προϊόντος τοῦ χρόνου κατ' αὐτοὺς ηὔξησε καὶ συνέστη τῆς θεολογίας ἡ γνῶσις. Πάλιν τε, εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα, ἀλλ' ἐξ οὐκ ὄντων γέγονεν, ἐξ οὐκ ὄντων συνίσταται Τριὰς, καὶ ἦν ποτε ὅτε οὐκ ἦν Τριὰς, ἀλλὰ μονάς· καὶ ποτὲ μὲν ἐλλειπὴς Τριὰς, ποτὲ δὲ πλήρης· ἐλλειπὴς μὲν πρὶν γένηται ὁ Υἱός; πλήρης δὲ, ὅτε γέγονε· καὶ λοιπὸν καὶ τὸ γενη τὸν τῷ κτίστῃ συναριθμεῖται, καὶ τό ποτε μὴ ὂν τῷ ἀεὶ ὄντι συνθεολογεῖται καὶ συνδοξάζεται· καὶ τό γε μεῖζον, ἀνόμοιος ἑαυτῆς ἡ Τριὰς εὑρίσκεται, ξέναις καὶ ἀλλοτρίαις φύσεσί τε καὶ ταῖς οὐσίαις συν ισταμένη. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ γε νητὴν τὴν τῆς Τριάδος σύστασιν. Ποταπὴ οὖν αὕτη θεοσέβεια ἡ μηδὲ ἑαυτῇ ὁμοία τυγχάνουσα, ἀλλ' ἐκ προσθήκης χρόνων πληρουμένη, καὶ ποτὲ μὲν μὴ οὕτως, ποτὲ δὲ οὕτως οὖσα; Εἰκὸς γὰρ αὐτὴν καὶ πάλιν λήψεσθαι προσθήκην, καὶ τοῦτο εἰς ἄπει ρον, ὡς ἅπαξ καὶ κατὰ τὴν ἀρχὴν ἐκ προσθήκης ἔσχε τὴν σύστασιν. Οὐκ ἀμφίβολον δὲ, ὅτι καὶ δυνα τὸν αὐτὴν μειοῦσθαι. Τὰ γὰρ προστιθέμενα, φανερὸν, ὅτι καὶ ἀφαιρεῖσθαι δύναται. Οὐκ ἔστι δὲ οὕτως· μὴ γένοιτο! Οὐκ ἔστι γενητὴ ἡ Τριάς· ἀλλ' ἀΐδιος καὶ μία θεότης ἐστὶν ἐν Τριάδι, καὶ μία δόξα τῆς ἁγίας Τριάδος· καὶ σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε· τοῦ Πατρὸς ἀϊδίου ὄντος, τὸν συγκαθήμενον αὐτῷ Λόγον λέγετε, ὅτι, Ἦν ποτε ὅτε οὐκ ἦν· τοῦ δὲ Υἱοῦ συγκαθη 26.49 μένου τῷ Πατρὶ, ἐνθυμεῖσθε τοῦτον μακρύνειν ἀπ' αὐτοῦ, Κτίζουσά ἐστι καὶ δημιουργὸς ἡ Τριάς· καὶ οὐ φοβεῖσθε καταφέροντες αὐτὴν εἰς τὰ ἐξ οὐκ ὄντων· οὐκ αἰδεῖσθε τὰ δοῦλα συνεξισάζοντες τῇ εὐγενείᾳ τῆς Τριάδος, καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ τοῖς ὑπηκόοις συντάττοντες. Παύσασθε συμφύροντες τὰ ἄμικτα, μᾶλλον δὲ τὰ μὴ ὄντα τῷ ὄντι. Οὐκ ἔστι ταῦτα λέγοντας ἐνεγκεῖν δόξαν καὶ τιμὴν τῷ Κυρίῳ, ἀλλὰ ἀδοξίαν καὶ ἀτιμίαν· ὁ γὰρ ἀτιμάζων τὸν Υἱὸν ἀτιμάζει τὸν Πατέρα. Εἰ γὰρ νῦν ἐν Τριάδι ἡ θεο λογία τελεία ἐστὶ, καὶ αὕτη ἡ ἀληθὴς καὶ μόνη θεοσέβειά ἐστι, καὶ τοῦτό ἐστι τὸ καλὸν καὶ ἡ ἀλή θεια· ἔδει τοῦτο οὕτως ἀεὶ εἶναι, ἵνα μὴ τὸ καλὸν καὶ ἡ ἀλήθεια ἐπιγένηται, καὶ ἐκ προσθήκης συν ίσταται τὸ τῆς θεολογίας πλήρωμα. Ἔδει οὖν τοῦτο ἀϊδίως εἶναι· εἰ δὲ μὴ ἀϊδίως ἦν, ἔδει μηδὲ νῦν οὕτως αὐτὴν εἶναι, ἀλλ' οὕτως εἶναι, ὥσπερ ἐξ ἀρ χῆς ὑμεῖς αὐτὴν ὑποτίθεσθε, ἵνα μηδὲ νῦν Τριὰς ᾖ. Ἀλλ' οὐκ ἂν ἀνάσχοιτό τις Χριστιανῶν τῶν τοιούτων αἱρετικῶν· Ἑλλήνων γὰρ ἴδια ταῦτα, ὥστε γενητὴν εἰσάγειν Τριάδα, καὶ τοῖς γενητοῖς αὐτὴν συνεξισάζειν. Τῶν γὰρ γενητῶν ἐστιν ἐλλείψεις καὶ προσθήκας δέχεσθαι· Χριστιανῶν δὲ ἡ πίστις ἄτρεπτον καὶ τελείαν καὶ ἀεὶ ὡσαύτως ἔχουσαν τὴν μακαρίαν οἶδε Τριάδα, καὶ οὔτε πλέον τι τῇ Τριάδι προστίθησιν, οὔτε ἐνδεῆ ποτε ταύτην γεγενῆ σθαι λογίζεται· ἑκάτερον γὰρ τούτων δυσσεβές· διὸ καὶ ἀμιγῆ μὲν αὐτὴν γινώσκει τῶν γενητῶν, ἀδιαίρετον δὲ τὴν ἑνότητα τῆς θεότητος αὐτῆς φυλάττουσα προσκυνεῖ· καὶ φεύγει μὲν τὰς τῶν Ἀρειανῶν βλασφημίας, ὁμολογεῖ δὲ καὶ οἶδεν ἀεὶ εἶναι τὸν Υἱόν· ἔστι γὰρ ἀΐδιος ὡς ὁ Πατὴρ, οὗ καὶ ἔστι Λόγος ἀΐδιος· καὶ γὰρ καὶ τοῦτο πάλιν ἴδωμεν. Εἰ πηγὴ σοφίας καὶ ζωῆς ἐστι καὶ λέγεται ὁ Θεὸς, ὡς διὰ μὲν Ἱερεμίου, Ἐμὲ ἐγκατέλιπον πηγὴνὕδατος ζῶντος· καὶ πάλιν, Θρόνος δόξης ὑψωμέ νος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριε, πάντες οἱ ἐγκαταλιπόντες σε αἰσχυνθήτωσαν· ἀφεστηκότες, ἐπὶ τῆς γῆς γραφήτωσαν· ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον· ἐν δὲ τῷ Βαροὺχ γέγραπται· Ἐγκατελίπετε τὴν πηγὴν τῆς σο 26.52 φίας· ἀκόλουθον ἂν εἴη τὴν ζωὴν καὶ τὴν σοφίαν μήτε ξένα τῆς οὐσίας τῆς πηγῆς εἶναι, ἀλλ' ἴδια, μήτε ἀνύπαρκτά
11