Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαν τὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶ, ἵνα μὴ σαλευθῶ. Καθὸ μὲν νοεῖται Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρί ζων καὶ ἀνέχων· καθὸ δὲ γέγονεν ἄνθρωπος, πρέποι ἂν αὐτὸν καὶ τὸ λέγειν ἐκ δεξιῶν ἐσχηκέναι τὸν Κύριον, ἵνα μὴ σαλευθῇ. Συμπλάττεται γὰρ πανταχοῦ 27.105 τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ τῇ κενώσει πρέπον οὐκ αἰσχύνεται διὰ τὴν οἰκονομίαν. Ὅρα γοῦν ὅπως γέγονεν ἡ φύσις ἡμῶν εὐδόκιμος ἐν Χρι στῷ. Καὶ προσηνέχθημεν εἰς πρόσωπον τοῦ Πατρὸς οἱ ἐκβεβλημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ ἐσχήκαμεν αὐτὸν ἐπαμύνοντα καὶ στηρίζοντα. [Ἐκ δεξιῶν μού ἐστι. Προφανῆ ἔλεγχον ἔχει τῆς Ἰουδαίων ἐμβροντησίας. Καὶ Πέτρος γὰρ ὁ κορυφαῖος ἐν ταῖς Πράξεσιν εἰς Χριστὸν ταῦτα προσήρ μοσεν. Καθὸ μὲν γὰρ Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθὸ δὲ ἄνθρωπος, πρέποι ἂν αὐτῷ καὶ τὸ ἐκ δεξιῶν ἔχειν τὸν Κύριον, ἵνα μὴ σαλευθῇ. Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου. Αὐτὸς ὢν ζωὴ καὶ ζωοποιὸς, ἐζωοποιῆσθαι λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὴν οἰκονομίαν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, ὁ τῆς ἀνθρωπότητος ἔχων πρόσωπον, ὡς καθ' ἡμᾶς γεγονὼς, τοὺς ἡμῖν μᾶλλον καὶ οὐχ ἑαυτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀναπέμπει λόγους.] Τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος. Τοῦτο σημαίνει, ἐν τέρψεσι καὶ εὐφροσύναις ἔσονται οἱ ἅγιοι μετὰ τὸ ἀναβιῶναι κατὰ τὸν τῆς ἀναστάσεως καιρόν. Ταύτην δὲ τὴν τέρψιν καὶ τὴν εὐφροσύνην, ἥτις ἐστὶν ἡ ἀφθαρσία, λήψεσθαι λέγουσι παρὰ Χριστοῦ, ὅς ἐστιν ἐν ἡμῖν καὶ δεξιὰ τοῦ Πατρός. Καὶ ὡς ἀληθὴς ὁ λόγος, δῆλον ἐκ τοῦ φήσαντος λογίου· Ὃς μετασχηματίσει τὸ σχῆμα τῆς τα πεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Προσευχὴ τῷ ∆αυΐδ. IS ʹ. Ὑπόθεσις. Ἄδεται ὁ ψαλμὸς ἐκ προσώπου τοῦ κατὰ Θεὸν τελείου. Εἰσάκουσον, Κύριε, δικαιοσύνην μου. Πολλῆς πεποιθήσεως ὁ λόγος μεστός· τὸ γὰρ τῆς δικαιοσύ νης ἐνταῦθα οὐχ ὡς καυχώμενος, οὐδ' ὡς δίκαιον ἑαυτὸν ἀποφαίνων· ἀλλ' ἀντὶ τοῦ, ∆ικαίως αἰτοῦν τος τὴν παρὰ σοῦ βοήθειαν, καὶ ἀξιοῦντος ἀπαλ λαγῆναι ὧν ἀδίκως ὑπομένει, μάτην ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, καὶ ἐξάκουσον καὶ παράσχου τὴν αἴ τησιν. Ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. Προσευχῆς γὰρ οὐ διὰ χειλέων δολίων, διὰ δὲ γλώττης κεκαθαρμένης, καὶ τὰ θεῖα λόγια μελε τᾷν εἰθισμένης ἐνωτίζεται ὁ Θεός. Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι. Σαφῶς εὔχεται τὸν Μονογενῆ κριτὴν ἑαυτῷ καταστῆ ναι. Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας. Τὸ δίκαιον κρῖμα ἐξαιτεῖ τοῦ Υἱοῦ, ὃ ἔκρινεν ἡμῖν. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυ κτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδι κία. Ἀδικίαν εἴωθεν ἡ θεία Γραφὴ καλεῖν τὴν κατὰ τοῦ Θεοῦ βλασφημίαν· Ἀδικίαν γὰρ, φησὶν, εἰς τὸ ὕψος ἐλάλησαν. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα 27.108 τῶν ἀνθρώπων. ∆ιδάσκει, ὡς καὶ τοῦτο παραφυλάττεσθαι πρὸς τὸ μηδὲν θνητὸν μηδὲ ἀνθρώπινον φθέγ γεσθαι. ∆ιὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ∆ιὰ τὰ σὰ προστά γματα, φησὶ, τὴν στενὴν καὶ τεθλιμμένην εἰσήλασα πύλην. Κατάρτισαι τὰ διαβήματά μου ἐν τοῖς τρίβοις σου. ∆ιδάσκει ὁ λόγος μὴ πεποιθέναι ἐφ' ἑαυτοῖς, ἐπὶ δὲ τῷ Θεῷ ἐπιστηρίζεσθαι. [Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις.] Ἐγὼ ἐκέκραξα, ὅτι εἰσήκουσάς μου, ὁ Θεός. Τὸ εἰσήκουσας, ἀντὶ τοῦ, εἰσακούσῃ. Οὐ μάτην τοῖσδε τοῖς λόγοις ἐχρησάμην, ἀλλὰ πεῖραν τῆς σῆς ἔχων φιλανθρωπίας· ἤκουσας γάρ μου παρακαλοῦν τος πολλάκις. Κλῖνον τὸ οὖς σου ἐμοί. Ὅλος ὁ Θεὸς οὖς ἐστιν, ὡς τὰ πάντα ἀκούων. [Ἐγὼ ἐκέκραξα, καὶ τὰ ἑξῆς. Οὐ μάτην κράζω, ἀλλ' ἐπεὶ πολλάκις ἤκουσας, αἰτῶ καὶ νῦν ἀκουσθῆ ναι. Κραυγὴ δέ ἐστι πρὸς Θεὸν καὶ ἡ ἐπιτεταμένη νόησις.] [Τὸ στέαρ αὐτῶν συνέκλειον. Στέαρ τὴν σφο δροτάτην εὐημερίαν τῶν ἐχθρῶν σημαίνει.] Τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. Εἷς σκοπὸς, φησὶ, γέγονεν αὐτοῖς, οἱονεὶ κατε νέγκαι εἰς γῆν, καὶ
16