ἀμφότερα τὰ ἐνδέοντα ἀλλήλων ἀναπληροῦσι; Τοιαῦτα γὰρ λέγον τες, τοῦ κατασκευάσαντος μᾶλλον ἀσθένειαν δεικνύετε, εἰ μὴ καὶ μόνος ἴσχυσε δημιουργῆσαι τὰ πάντα, ἀλλ' ἔξωθεν ἑαυτῷ ὄργανον ἐπινοεῖ, ὥσπερ τέκτων ἢ ναυπηγός τις, μὴ δυνάμενος ὁτιοῦν ἐργά σασθαι χωρὶς σκεπάρνου καὶ πρίονος. Τί οὖν τούτου ἀσεβέστερον; Ἢ τί δεῖ διατρίβειν ὅλως ἐν τού τοις ὡς δεινοῖς, αὐταρκῶν ὄντων τῶν προειρημένων δεῖξαι, φαντασίαν μόνον εἶναι τὰ παρ' αὐτῶν; Πρὸς δὲ τὴν ἑτέραν αὐτῶν εὐήθη πάνυ καὶ μωρὰν ἐξέτα σιν, ἣν πρὸς τὰ γυναικάρια ποιοῦνται, οὐδὲν μὲν πά λιν οὐδὲ περὶ ταύτης ἐχρῆν ἀποκρίνασθαι, ἢ τοῦτο μόνον ὃ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ὅτι μὴ δέον τὴν ἐκ τοῦ Θεοῦ γέννησιν συμμετρεῖν τῇ τῶν ἀνθρώπων φύσει. Ἵνα δὲ ὅμως καὶ ἐν τούτῳ κα ταγνῶσιν ἑαυτῶν, καλὸν ἐκ τῶν αὐτῶν πάλιν οὕτως αὐτοῖς ἀπαντῆσαι. Ὅλως εἰ περὶ Υἱοῦ πυνθά νονται γονέων, ἐνθυμείσθωσαν πόθεν ἐστὶ τὸ γεννώ μενον τέκνον. Εἰ γὰρ καὶ οὐκ εἶχεν ὁ γονεὺς υἱὸν πρὶν γεννήσῃ· ἀλλ' ἐσχηκὼς, οὐκ ἔξωθεν οὐδὲ ἀλλό τριον, ἀλλ' ἐξ ἑαυτοῦ καὶ ἴδιον τῆς οὐσίας καὶ ἀπαράλλακτον ἔσχεν εἰκόνα, ὥστε τοῦτον ἐν ἐκείνῳ βλέπεσθαι, κἀκεῖνον ἐν τούτῳ θεωρεῖσθαι. Εἰ τοίνυν ἐν τῶν ἀνθρωπίνων παραδειγμάτων τὸν χρόνον τῶν γεννώντων λαμβάνουσι, διὰ τί μὴ ἐκ τῶν αὐ τῶν καὶ τὸ κατὰ φύσιν καὶ τὸ ἴδιον ἐνθυμοῦν ται τῶν τέκνων πρὸς τοὺς γονέας, ἀλλὰ κατὰ τοὺς ὄφεις μόνον τὸ πρὸς τὸν ἰὸν ἐπιτήδειον ἐκ τῆς γῆς ἐκλέγονται; Ἔδει δὲ πυνθανομένους αὐτοὺς γονέων καὶ λέγοντας, Οὐκ εἶχες υἱὸν πρὶν γεννήσῃς; προσθεῖ ναι καὶ εἰπεῖν, Ἐὰν δὲ σχῇς υἱὸν, ἆρά γε ἔξωθεν ὥσπερ οἰκίαν, ἤ τι ἕτερον κτῆμα ἀγοράζεις; ἵνα σοι ἀποκρίνηται· Οὐκ ἔξωθεν, ἀλλ' ἐξ ἐμοῦ ἐστι. Τὰ μὲν γὰρ ἔξωθεν κτήματά ἐστι, καὶ ἀφ' ἑτέρου εἰς ἕτερον μετέρχεται· ὁ δὲ υἱὸς ἐξ ἐμοῦ ἐστι, καὶ τῆς ἐμῆς οὐσίας ἴδιος καὶ ὅμοιος, οὐκ ἀφ' ἑτέρου εἰς ἐμὲ γεγο νὼς, ἀλλ' ἐξ ἐμοῦ γεγεννημένος· διὸ καὶ ἐν ἐκείνῳ ὅλος εἰμὶ, μένων αὐτὸς ὅ εἰμι. Οὕτω γὰρ ἔχει· 26.68 κἂν ὁ γονεὺς τῷ χρόνῳ διαφέρῃ, ὡς ἄνθρωπος ἐν χρόνῳ καὶ αὐτὸς γεγονώς· ἀλλ' ἔσχεν ἂν καὶ αὐ τὸς ἀεὶ συνυπάρχον τὸ τέκνον, εἰ μὴ ἡ φύσις ἐνεπό διζε καὶ ἐκώλυε τὸ δύνασθαι. Καὶ γὰρ καὶ ὁ Λευῒ ἔτι ἦν ἐν τῇ ὀσφύϊ τοῦ προπάππου, πρὶν αὐτὸς γεννηθῇ, καὶ ὁ πάππος γεννήσῃ. Ὅταν οὖν εἰς τοῦθ' ἡλι κίας ἔλθοι ὁ ἄνθρωπος, ἐν ᾗ καὶ τὸ δυνατὸν ἡ φύσις παρέχει, εὐθὺς ἀνεμποδίστῳ τῇ φύσει πα τὴρ ὁ ἄνθρωπος γίνεται τοῦ ἐξ ἑαυτοῦ υἱοῦ. Οὐκοῦν εἰ γονέων περὶ τέκνων ἐπύθοντο, καὶ ἔγνωσαν ὅτι τὰ φύσει τέκνα οὐκ ἔξωθεν ἀλλ' ἐκ τῶν γονέων εἰσίν· ὁμολογείτωσαν καὶ περὶ τοῦ Λόγου τοῦ Θεοῦ, ὅτι ὅλως ἐκ τοῦ Πατρός ἐστι. Καὶ περὶ τοῦ χρόνου ζητοῦντες, τὸ ἐμποδίζον τὸν Θεὸν λεγέτω σαν. Χρὴ γὰρ ἐξ ὧν ὡς χλευάζοντες ἐπυνθάνοντο, ἐκ τούτων αὐτοὺς ἀσεβοῦντας διελέγχειν. Εἰπάτωσαν τοίνυν τί τὸ ἐμποδίζον τὸν Θεὸν, ἀεὶ τοῦ Υἱοῦ Πατέρα αὐτὸν εἶναι; Τὸ γὰρ ἐκ πατρὸς εἶναι τὸ γεννώμενον ὡμολόγηται. Ἵνα δὲ καὶ ὅλως τι τοιοῦτον λο γισάμενοι περὶ τὸν Θεὸν, καταγνῶσιν ἑαυτῶν· ὥσπερ ἠρώτησαν γυναῖκας περὶ τῶν χρόνων, οὕτω πυνθανέσθωσαν καὶ τοῦ ἡλίου περὶ τοῦ ἀπαυγάσματος αὐτοῦ, καὶ τῆς πηγῆς περὶ τοῦ ἐξ αὐτῆς, ἵνα μάθω σιν, ὅτι, καίπερ ὄντα γεννήματα ταῦτα, ἐστὶ καὶ ἀεὶ σὺν ἐκείνοι, ἐξ ὧν καί εἰσιν. Εἰ δὲ καὶ τὸ φύσει καὶ τὸ ἀεὶ οἱ τοιοῦτοι γονεῖς ἔχουσι πρὸς τὰ τέκνα, διὰ τί τὸν Θεὸν ἐλάττονα τῶν γενητῶν ὑπονοοῦντες, οὐ φανερώτερον ἑαυτῶν τὴν ἀσέβειαν ἐξάγουσιν; Εἰ δὲ τοῦτο μὲν οὐ τολμῶσιν ἐκ φανεροῦ λέγειν, ὁμολογεῖται δὲ ὁ Υἱὸς μὴ ἔξωθεν, ἀλλ' ἐκ τοῦ Πατρὸς εἶναι φύσει γέννημα, οὐδὲν δὲ οὐδὲ τὸ ἐμποδίζον ἐστὶ τὸν Θεόν· (οὐ γὰρ ὡς ἄνθρωπος, ὁ Θεὸς, ἀλλὰ καὶ πλέον ἐστὶ τοῦ ἡλίου, μᾶλλον δὲ Θεός ἐστι τοῦ ἡλίου·) δῆλον, ὅτι καὶ ἐξ αὐτοῦ καὶ ἀεί ἐστι συνυπάρχων ὁ Λόγος τῷ Πατρὶ, δι' οὗ τὰ πάντα οὐκ ὄντα εἰς τὸ εἶναι πεποίηκεν ὁ Πατήρ. Ὅτι μὲν οὖν ὁ Υἱὸς οὐκ ἐξ οὐκ ὄντων, ἀλλ' ἀΐδιός τε καὶ ἐκ τοῦ Πατρός ἐστι, καὶ αὐτὸ τὸ πρᾶγμα δείκνυσι· καὶ ἡ ἐρώτησις δὲ τῶν
16