(ἑκατονταετὴς γὰρ λοιπὸν ἦν) αἰσχυνθεὶς ὁ ἄστοργος. πάντα γὰρ ταῦτα παρεῖδε διὰ τὴν ἀσέβειαν ὁ νέος Ἀχαὰβ καὶ ἄλλος Βαλθασὰρ ἐφ' ἡμῶν γενόμενος. τοσαύτην γὰρ βίαν πεποίηκε τῷ γέροντι καὶ τοσοῦτον αὐτὸν συνέσχεν, ὡς θλιβέντα αὐτὸν μόγις κοινωνῆσαι μὲν τοῖς περὶ Οὐάλεντα καὶ Οὐρσάκιον, μὴ ὑπογράψαι δὲ κατὰ Ἀθανασίου. ἀλλὰ καὶ οὕτως οὐκ ἠμέλησεν ὁ γέρων, μέλλων γὰρ ἀποθνήσκειν ὥσπερ διατιθέμενος ἐμαρτύρατο τὴν βίαν καὶ τὴν ἀρειανὴν αἵρεσιν ἀνεθεμάτιζε καὶ παρήγγελλε μηδένα ταυτὴν ἀποδέχεσθαι. 46.1 Τίς ταῦτα βλέπων ἢ καὶ μόνον ἀκούων οὐκ ἐξίσταται καὶ αὐτὸς καὶ καταβοήσει πρὸς κύριον λέγων· «μὴ ἆρα εἰς ἐξάλειψιν σὺ ποιήσῃς τὸν Ἰσραήλ; » τίς ταῦτα κατα νοῶν οὐκ εὐκαίρως καὶ αὐτὸς ἀναβοήσει λέγων· «ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς» καὶ «ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἡ γῆ ἐπὶ πλεῖον ἔφριξε σφόδρα»; οἱ πατέρες τῶν λαῶν καὶ διδάσκαλοι τῆς πίστεως αἴρονται καὶ οἱ ἀσεβεῖς εἰς τὰς ἐκκλησίας εἰσάγονται. 46.2 τίς, ὅτε Λιβέριος ὁ ἐπίσκοπος Ῥώμης ἐξωρίσθη καὶ ὁ πατὴρ τῶν ἐπισκόπων ὁ μέγας Ὅσιος, [οὕτω πάσχοντα ἢ τίς] ὁρῶν τοσούτους ἐπισκόπους ἀπὸ τῆς Σπανίας καὶ τῶν ἄλλων μερῶν ἐξοριζομένους οὐκ ἐπέγνω, κἂν ὀλίγην αἴσθησιν ἔχῃ, ὅτι καὶ τὰ κατὰ Ἀθανάσιον καὶ τοὺς ἄλλους προφάσεις εἰσὶ ψευδεῖς καὶ πάντα συκοφαντίας μεστά· τούτου γὰρ χάριν κἀκεῖνοι πάντα παθεῖν ὑπέμειναν συνορῶντες τὴν γενομένην ἐκ συκο 46.3 φαντίας ἐκείνων ἐπιβουλήν. ἐπεὶ ποῖον ἔγκλημα καὶ Λιβερίῳ; ἢ ποία κατηγορία κατὰ τοῦ γέροντος Ὁσίου; τίς κἂν ἐψεύσατο κατὰ Παυλίνου καὶ Λουκιφέρου καὶ ∆ιονυσίου καὶ Εὐσεβίου; ἢ ποῖον ἁμάρτημα κατὰ τῶν ἄλλων ἐξορισθέντων ἐπισκόπων καὶ πρεσ βυτέρων καὶ διακόνων; οὐκ ἔστι τοῦτο, μὴ γένοιτο, οὐ γὰρ δι' ἐγκλήματα γεγόνασιν αἱ συσκευαὶ οὐδὲ διὰ κατηγορίαν ἕκαστος ἐξωρίσθη, ἀλλ' ἐπανάστασίς ἐστι τῆς ἀσεβείας κατὰ τῆς εὐσεβείας, καὶ σπουδὴ μὲν ὑπὲρ τῆς ἀρειανῆς αἱρέσεως, προοίμια δὲ τῆς τοῦ ἀντιχρίστου παρόδου Κωνσταντίου ταύτην προκατασκευάζοντος ἐκείνῳ. 47.1 Μετὰ γὰρ τὸ διαπράξασθαι πάντα, ὅσαπερ ἠθέλησεν εἰς τὰς ἐκκλησίας τὰς ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἄλλα μέρη, μετὰ τὸ τοὺς μὲν ἐξορίσαι, τοὺς δὲ ἀναγκάσαι καὶ πληρῶσαι φόβου τὰ πανταχοῦ λοιπὸν εἰς Ἀλεξάνδρειαν ὥσπερ τι νόσημα τὸν ἑαυτοῦ θυμὸν 47.2 ἔστρεψεν· ἐγίγνετο δὲ τοῦτο πανούργως παρὰ τῶν χριστομάχων. ἵνα γὰρ φαντασίαν ἔχωσιν ὑπογραφῆς πολλῶν ἐπισκόπων, καὶ ἵνα διωχθεὶς Ἀθανάσιος μὴ ἔχῃ κἂν ἀπο δύρεσθαι πρὸς ἐπίσκοπον, διὰ τοῦτο προλαμβάνοντες τὰ πανταχοῦ πεπληρώκασι φόβου. καὶ τοῦτον ἔφεδρον εἰς τὴν ἐπιβουλὴν ἐτήρησαν οὐκ εἰδότες οἱ ἄφρονες ὅτι οὐ προαίρεσιν ἐπισκόπων, ἀλλὰ τὴν παρ' αὐτῶν γενομένην βίαν ἐπεδείκνυντο, καὶ ὅτι, κἂν ἀδελφοὶ καταλείψωσι, κἂν φίλοι καὶ γνώριμοι μακρὰν ἀποστῶσι καὶ μηδεὶς εὑρεθῇ συλλυπούμενος καὶ παρακαλῶν, ἀλλ' ὑπὲρ πάντα μᾶλλον ἡ πρὸς θεὸν ἐξαρκεῖ κατα 47.3 φυγή. μόνος γὰρ ἦν καὶ Ἠλίας διωκόμενος καὶ πάντα καὶ ἐν πᾶσιν ἦν ὁ θεὸς τῷ ἁγίῳ. καὶ τοῦτον δὲ τύπον δέδωκεν ἡμῖν ὁ σωτὴρ καὶ μόνος καταλειφθεὶς ὑπὸ τῶν ἐχθρῶν ἐπεβουλεύετο, ἵνα, κἂν ἡμεῖς διωκόμενοι καταλειφθῶμεν ὑπὸ ἀνθρώπων, μὴ ἐκκακῶ μεν, ἄλλ' ἔχωμεν εἰς αὐτὸν τὴν ἐλπίδα καὶ μὴ προδίδωμεν τὴν ἀλήθειαν, ἥτις, κἂν κατὰ τὴν ἀρχὴν θλίβεσθαι δόξῃ, ἀλλ' ὕστερον καὶ οἱ διώκοντες αὐτὴν ἐπιγνώσονται. 48.1 Παροξύνουσι τοίνυν καὶ γράφει τὸ πρῶτον βασιλεὺς καὶ πέμπει πρός τε τὸν δοῦκα καὶ τοὺς στρατιώτας ἀπειλήν. νοτάριοί τε ∆ιογένιός τε καὶ Ἱλάριος καὶ παλατῖνοι σὺν αὐτοῖς ἀποστέλλονται. καὶ γέγονε τὰ τοσαῦτα δεινὰ καὶ ὠμὰ κατὰ τῆς ἐκκλησίας, ἃ μικρῷ πρόσθεν δι' ὀλίγων εἴρηται καὶ πάντες ἔγνωσαν, ἐξ ὧν ἔθηκαν οἱ λαοὶ διαμαρτυ 48.2 ριῶν, ἃς καὶ ἀναγνῶναι δύναταί τις γραφείσας ἐν τῷ τέλει τούτων. εἶτα μετὰ τὸ γενέσθαι τὰ παρὰ Συριανοῦ, μετὰ τὸ γενέσθαι τὰ τοσαῦτα καὶ τὰς κατὰ τῶν παρθένων ὕβρεις ἀποδεξάμενος τὰ οὕτω καὶ τὰ τοιαῦτα
19