ἐκκλησίας παραδοθῆναι ἐκέλευσε». πάντων τε ἐπὶ τούτῳ θαυμαζόντων καὶ πρὸς ἀλλήλους νευόντων τε καὶ λεγόντων· «εἰ Κωνστάν τιος αἱρετικὸς γέγονε»; δέον ἐρυθριᾶν, ὁ δὲ μᾶλλον ἠνάγκαζε βουλευτὰς καὶ δημότας ἐθνικοὺς νεωκόρους τῶν εἰδώλων ἐπὶ τούτοις ὑπογράφειν καὶ ὁμολογεῖν, δέχεσθαι ὃν 54.4 ἂν ἀποστείλῃ βασιλεὺς ἐπίσκοπον. πάνυ γε κανόνας ἐκκλησίας ἐκδικῶν ἐποίει τοῦτο γενέσθαι Κωνστάντιος. ἀντὶ γὰρ ἐκκλησίας τὴν ἀγοράν, ἀντὶ τῶν λαῶν τοὺς νεω κόρους ἀπῄτει γράμματα· ἐγίγνωσκε γὰρ οὐκ ἐπίσκοπον αὐτὸν Χριστιανοῖς, ἀλλά τινα φιλοπράγμονα πέμπειν αὐτοῖς τοῖς γράφουσιν. 55.1 Ἕλληνες μὲν οὖν ὥσπερ ὠνούμενοι τῇ ὑπογραφῇ τὴν τῶν εἰδώλων ἑαυτῶν ἀσυλίαν καί τινες τῶν ἐργασιῶν ἄκοντες μέν, ἔγραψαν δὲ ὅμως ὡς περὶ ἡγεμόνος ἢ ἄλλου τινὸς ἀπο στελλομένου δικαστοῦ διὰ τὰς παρ' ἐκείνου λεγομένας ἀπειλάς. τί γὰρ ἔμελλον Ἕλληνες 55.2 ὄντες ποιεῖν ἢ τοῦθ' ὅπερ δοκεῖ τῷ βασιλεῖ; τῶν δὲ λαῶν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ συν ελθόντων (τετάρτη γὰρ ἦν σαββάτου) λαμβάνει μεθ' ἑαυτοῦ τῇ ἑξῆς Ἡράκλειος ὁ κόμης τὸν ἔπαρχον τῆς Αἰγύπτου Καταφρόνιον καὶ Φαυστῖνον τὸν καθολικὸν τόν τε Βιθυνὸν αἱρετικὸν ὄντα καὶ παροξύνουσι τῶν ἀγοραίων τοὺς νεωτέρους καὶ σεβομένους εἴδωλα, ταύτην ἐντολὴν εἶναι βασιλέως λέγοντες, ἵν' ἐπέλθωσι τῇ ἐκκλησίᾳ καὶ λιθάσωσι τοὺς 55.3 λαούς. ἤδη μὲν οὖν ἦσαν οἱ πλεῖστοι τοῦ λαοῦ γενομένης ἀπολύσεως ἐξελθόντες, γυ ναικῶν δὲ ὀλίγων ἀπομεινασῶν γέγονεν ὡς προσέταξαν. καὶ θέαμα οἰκτρὸν ἦν· ἄρτι γὰρ ἦσαν ἀπὸ τῆς εὐχῆς ὀλίγαι καθεζόμεναι, καὶ γυμνοὶ μετὰ λίθων εὐθὺς καὶ ξύλων ἐπῆλθον οἱ νεώτεροι καὶ τὰς μὲν ἐλίθαζον, τὰ δὲ τῶν παρθένων ἅγια σώματα κατέκοπτον πληγαῖς οἱ ἄθεοι εἷλκόν τε τὰ σκεπάσματα καὶ τὰς κεφαλὰς αὐτῶν ἐγύμνουν καὶ ἀνθελκούσας ἐλάκτι 55.4 ζον τοῖς ποσὶν οἱ δείλαιοι. δεινὰ μὲν οὖν ταῦτα καὶ λίαν ἐστὶ δεινά, ἀλλὰ τὰ μετὰ ταῦτα δεινότερα καὶ πάσης ὕβρεως ἀφορητότερα γέγονεν. εἰδότες γὰρ τὸ σεμνὸν τῶν παρθένων καὶ τὸ τῆς ἀκοῆς ἄχραντον, καὶ ὅτι μᾶλλον λίθους καὶ ξίφη ἢ τὰ τῆς αἰσχρορημοσύνης φέρειν δύνανται ῥήματα, τούτοις ἐχρῶντο κατ' αὐτῶν ἐπερχόμενοι. Ἀρειανοὶ δὲ ταῦτα τοῖς νεωτέροις ὑπέβαλλον, καὶ γὰρ ἐγέλων τούτων λεγομένων καὶ γιγνομένων. καὶ αἱ μὲν ἅγιαι παρθένοι καὶ ἄλλαι σεμναὶ γυναῖκες ὡς ἀσπίδων δήγματα τὰ τοιαῦτα φθέγματα ἔφευ γον, οἱ δὲ χριστομάχοι συνήργουν, τάχα δὲ καὶ συνεφθέγγοντο τοῖς νεωτέροις· καὶ γὰρ ἥδοντο τοῖς παρ' ἐκείνων ἐκβαλλομένοις μετὰ ἀσελγείας ῥήμασιν. 56.1 Εἶτα ὡς τὸ ὅλον τῆς ἐντολῆς πληροῦντες (τοῦτο γὰρ ἦν τὸ σπουδαζόμενον, τοῦτο καὶ κόμης καὶ ὁ καθολικὸς παρήγγελλον), ἁρπάσαντες τὰ συμψέλλια καὶ τὸν θρόνον καὶ τὴν τράπεζαν (ξυλίνη γὰρ ἦν) καὶ τὰ βῆλα τῆς ἐκκλησίας τά τε ἄλλα, ὅσα ἠδυνήθησαν, ἐξενέγκαντες ἔκαυσαν ἔμπροσθεν τοῦ πυλῶνος ἐν τῇ πλατείᾳ τῇ μεγάλῃ καὶ λίβανον ἐπέβαλον. 56.2 ὦ τίς ἀκούσας οὐ δακρύσειε, τάχα καὶ τὴν ἀκοὴν κλείσειεν, ἵνα μηδὲ ἑτέρου λέγοντος ἀνέχηται βλάβην ἡγούμενος καὶ τὸ μόνον ἀκοῦσαί τι τοιοῦτον; τά τε γὰρ εἴδωλα ἑαυτῶν εὐφήμουν καὶ ἔλεγον· «Ἕλλην γέγονε Κωνστάντιος καὶ οἱ Ἀρειανοὶ τὰ ἡμῶν ἐπέγνωσαν». οὐ φροντίζουσι γὰρ οὐδὲ Ἑλληνισμὸν ὑποκρίνασθαι, ἵνα μόνον ἡ αἵρεσις ἔχῃ τὴν σύστα 56.3 σιν. καὶ γὰρ καὶ βοίδιον ἐπαντλοῦν τοὺς κηπευομένους ἐν τῷ Καισαρείῳ τόπους ἐπεχεί ρησαν ἐπιθῦσαι, καὶ ἔθυσαν ἂν, εἰ μὴ θῆλυ τοῦτο ἦν· τὰ τοιαῦτα γὰρ ἔλεγον μὴ ἐξεῖναι παρ' αὐτοῖς θύεσθαι. 57.1 Τοιαῦτα μὲν οὖν οἱ δυσσεβεῖς Ἀρειανοὶ νομίζοντες εἰς ἡμῶν ὕβριν ταῦτα φθάνειν μετὰ 57.1 τῶν Ἑλλήνων ἔπραττον. θεία δὲ δίκη τὴν πονηρίαν τούτων ἤλεγξε καὶ σημεῖόν τι μέγα καὶ ἐξαίρετον εἰργάσατο δεικνύουσα καὶ διὰ τούτου πᾶσι φανερῶς, ὅτι ὥσπερ ἀσεβοῦντες οὐκ εἰς ἄλλον ἀλλ' εἰς τὸν κύριον τολμῶσιν, οὕτω ταῦτα ποιοῦντες εἰς αὐτοῦ πάλιν ὕβριν ἐπεχείρησαν πρᾶξαι· καὶ τοῦτο μᾶλλον ἐκ τοῦ γενομένου
22