ἐργασάμε νος. Τὰς πράξεις γὰρ ἐνταῦθα σημαίνει διὰ τὰς δε ξιὰς δυνάμεις τοῖς προσιοῦσιν ὀρέγειν. [Ἐκεῖνοι μὲν, φησὶ, πεποιθότες ἐπὶ τούτοις, ἔπεσον· ἡμεῖς δὲ, ἐν ὀνόματι Κυρίου καθωπλισμένοι, ἐσώθημεν.] ∆εξιὰν δὲ πάλιν ἐνταῦθα ἀνθρωπίνως εἶπε, τὴν θείαν οὕτως ὀνομάζων ἐνέργειαν. Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις. Ὥσπερ τῶν αἰσθητῶν Αἰγυπτίων σώζων τὸν Ἰσραὴλ, ἅρμα τα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν εἰς θάλασσαν, οὕτω καὶ πάντων ἀνθρώπων σώζων τὸ γένος τῶν νοητῶν Αἰγυπτίων, συνέτριψε τὰ ἅρματα. Κύριε, σῶσον τὸν βασιλέα. Τοιγάρτοι τοσαύτης ἀπολαύσαντες ἀντιλήψεως ἱκετεύομεν, ∆έσποτα, καὶ ἡμᾶς αὐτοὺς καὶ τὸν ἡμέτερον βασιλέα ταύτης μετα λαγχάνειν διηνεκῶς. Εἰς τέλος, ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. Κʹ. Ὑπόθεσις. Καὶ τοῦτον τὸν ψαλμὸν οἱ προδηλωθέντες ἑταῖροι τοῦ βασιλέως ἀναπέμπουσιν, ὡς ἤδη αὐτοῦ εὐφραινο μένου διὰ τὸ ἐκ σπέρματος αὐτοῦ γεγεννημένον τῷ κόσμῳ σωτήριον. Τοῦτο γὰρ ἦν ὃ ἐπεθύμει κατὰ ψυχὴν, καὶ ἐδέετο λαβεῖν. Ὅπερ καὶ δοθὲν γέγονεν αὐτῷ οἷά τις στέφανος ἐκ λίθου τιμίου τὴν κεφαλὴν δοξάζων· δοξάζεται γὰρ ἐν πᾶσι τοῖς ἔθνεσιν ὁ ∆αυῒδ μετὰ τοῦ Κυρίου ἑαυτοῦ καὶ υἱοῦ τὸ κατὰ σάρκα. Οὐ μόνον δὲ στέφανος αὐτῷ γέγονε τὸ σω τήριον, ἀλλὰ καὶ ζωὴ, καὶ μακροημέρευσις, καὶ δόξα, καὶ μεγαλοπρέπεια, καὶ εὐφροσύνη, καὶ χα ρὰ, καὶ ἐλπὶς, καὶ ἔλεος οὐ σαλευόμενον. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Ὅτι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος. Ἐν ἁπάσαις, φησὶ, ταῖς γενεαῖς ἀοίδιμος ἔσται καὶ πολυ θρύλλητος, τοσαύτην ἐσχηκὼς παρὰ σοῦ παῤῥησίαν. Τὸ γὰρ μετὰ τοῦ προσώπου σου, παρὰ τῷ προσ ώπῳ σου, τέθεικεν ὁ Σύμμαχος. Εὐφροσύνην τοί 27.129 νυν ἕξει, φησὶ, καὶ διηνεκῆ θυμηδίαν τοῦ προσώπου, τουτέστι τῆς σῆς εὐμενείας τυγχάνων. Αἴτιον δὲ τού των αὐτῷ γέγονε τὸ ἐπὶ σοὶ πεποιθέναι. Εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Πρόσω πον τοῦ Πατρὸς ὁ Υἱός. Ὁ ἑωρακὼς, φησὶν, ἐμὲ, ἑώ ρακε τὸν Πατέρα. Μετὰ τούτου εὐφραίνεσθαι κατ' οὐρανὸν ὡς νυμφαγωγοὶ μετὰ τοῦ νυμφίου μέλλομεν. Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει. Κρείττων ἐστὶ τῶν πολεμούντων τῆς σῆς χά ριτος ἀπολαύων. Ἀπολαύει δὲ ταύτης ἀνθρώπων μὲν οὐδενὶ θαῤῥῶν, τῇ δὲ σῇ ἐλπίδι χρώμενος μόνῃ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. Ὡς πρὸς αὐτὸν τὸν Κύριον ὁ λόγος διὰ τὰ γεγονότα κατ' αὐτοῦ παρὰ τοῦ Ἰουδαίων λαοῦ. [Λέγει δὲ, ὅτι θηρεύσει τοὺς ἁμαρτήσαντας. Εἰ γὰρ ἐν τῷ τηροῦντι τὰς ἐντολὰς ἡ ἀγάπη τοῦ Θεοῦ τελει οῦται, δῆλον, ὡς ὁ μὴ τηρῶν μισεῖ· ὃς καὶ ἀπολωλε κέναι λέγεται.] Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς και ρὸν τοῦ προσώπου σου. Ἀντὶ τοῦ, Πυρὸς ἀποδεί ξεις μετόχους. Τοῦτο γὰρ ἑαυτοῖς ἐθησαύρισαν ἐν τῇ δευτέρᾳ σου ἐπιφανείᾳ, ὅταν καὶ ἀποδιδῷς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κύριος ἐν ὀργῇ αὐτοῦ συντα ράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Ὀργήν φησι τὴν τιμωρίαν τὴν γενησομένην αὐτοῖς διὰ τὴν εἰς αὐτὸν ὕβριν. Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς. Τοὺς λόγους τοὺς πονηροὺς καὶ τὰ ἐνθυμήματα. Ταῦτα δέ εἰσιν ἐπιβουλαὶ αἱ παρ' αὐτῶν, αἳ καὶ ἀνῄρηνται διὰ τῆς ἀναστάσεως. [Τὰς διδασκαλίας καὶ τὰ ἄθεα δόγ ματα, ἃ μετὰ τὴν τελευτὴν αὐτῶν, ὡς ἀγαθὸς ὁ Θεὸς ἀπωλείᾳ παραδίδωσι.] Καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπε σεῖν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός. Ὅτι θήσεις αὐτοὺς νῶτον. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅτι θήσεις αὐτοὺς ἀποστρόφους, τουτέστιν ὀπίσω καὶ παρακολούθημα τῶν ἐθνῶν. Ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Καταλέλοιπας αὐτοῖς, φησὶν, ἐπιστροφῆς καιρὸν πρὸς τὸ μετανοῆσαι. Αὕτη δέ ἐστι μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν κλῆσις καὶ ἐπιστροφή. [Ποιήσεις τοὺς ἀπιστήσαντας Ἰουδαίους. Οὓς δὲ ὁ Θεὸς ἀποστρέφεται, τίθησι νῶτον μὴ δυναμένους εἶναι πρόσωπον, πρὸς τὸ τὰ ὀπίσθια κατανοοῦντας διὰ τῶν ποιημάτων πάλιν πρὸς αὐτὸν ἀναφέρεσθαι. Τοὺς
23