μετέσχεν, ὥσπερ εἴπαμεν· ἢ τὸ ἕτερον, ὅπερ εἰς τὰς ἐκείνων κεφαλὰς τραπείη, ἀνάγκη λέγειν αὐ τοὺς, μηδὲ εἶναι πρὸ τούτου αὐτὸν, ἀλλὰ τὸ ὅλον ἄν θρωπον εἶναι φύσει, καὶ μηδὲν πλέον. Ἀλλ' οὐκ ἔστι τοῦτο τῆς Ἐκκλησίας, τοῦ δὲ Σαμοσατέως ἐστὶ 26.92 καὶ τῶν νῦν Ἰουδαίων τὸ φρόνημα. ∆ιὰ τί οὖν τὰ ἐκείνων φρονοῦντες, οὐχὶ καὶ ὡς Ἰουδαῖοι περι τέμνονται, ἀλλ' ὑποκρίνονται τὸν Χριστιανισμὸν, καὶ πρὸς αὐτὸν ἔχουσι τὴν μάχην; Εἰ γὰρ οὐκ ἦν, ἢ ἦν μὲν, ἐβελτιώθη δὲ ὕστερον, πῶς δι' αὐτοῦ γέγονε τὰ πάντα, ἢ πῶς ἐν τούτῳ, εἴ γε μὴ τέλειος ἦν, προσέχαιρεν ὁ Πατήρ; Καὶ αὐτὸς δὲ, εἰ νῦν ἐβελτιώθη, πῶς πρὸ τούτου ηὐφραίνετο ἐν προσώπῳ τοῦ Πατρός; Πῶς δὲ, εἰ μετὰ τὸν θά νατον ἔλαβε τὸ προσκυνεῖσθαι, φαίνεται ὁ Ἀβραὰμ αὐτὸν ἐν τῇ σκηνῇ προσκυνῶν καὶ Μωσῆς ἐν τῇ βάτῳ; καὶ, ὡς εἶδε ∆ανιὴλ, μύριαι μυριάδες καὶ χί λιαι χιλιάδες ἐλειτούργουν αὐτῷ; Πῶς δὲ, εἰ νῦν κατ' αὐτοὺς ἔσχε τὴν βελτίωσιν, τῆς πρὸ κόσμου καὶ τῆς ὑπερκοσμίου δόξης ἑαυτοῦ μνημονεύων ἔλεγεν αὐτὸς ὁ Υἱός· ∆όξασόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Εἰ δὲ νῦν ὑψώθη κατ' αὐτοὺς, πῶς πρὸ τούτου ἔκλι νεν οὐρανοὺς καὶ κατέβη· καὶ πάλιν· Ἔδωκεν ὁ Ὕψιστος φωνὴν αὐτοῦ; Οὐκοῦν εἰ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι τὴν δόξαν εἶχεν ὁ Υἱὸς, καὶ Κύριος τῆς δόξης ὕψιστός τε ἦν, καὶ ἐξ οὐρανοῦ κατ έβη, καὶ ἀεὶ προσκυνητός ἐστιν, οὐκ ἄρα καταβὰς ἐβελτιώθη, ἀλλὰ μᾶλλον ἐβελτίωσεν αὐτὸς τὰ δεό μενα βελτιώσεως· καὶ εἰ τοῦ βελτιῶσαι χάριν κατα βέβηκεν, οὐκ ἄρα μισθὸν ἔσχε τὸ λέγεσθαι Υἱὸς καὶ Θεὸς, ἀλλὰ μᾶλλον αὐτὸς υἱοποίησεν ἡμᾶς τῷ Πατρὶ, καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους γενόμενος αὐτὸς ἄνθρωπος. Οὐκ ἄρα ἄνθρωπος ὢν, ὕστερον γέγονε Θεός· ἀλλὰ Θεὸς ὢν, ὕστερον γέγονεν ἄνθρωπος, ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ. Ἐπεὶ εἰ, ὅτε γέγονεν ἄνθρωπος, τότε Υἱὸς καὶ Θεὸς ἐλέχθη, πρὸ δὲ τοῦ γένηται ἄν θρωπος, υἱοὺς ἔλεγε τοὺς πάλαι λαοὺς ὁ Θεὸς, καὶ Μωσῆν ἐτίθει θεὸν τοῦ Φαραὼ, καὶ ἐπὶ πολλῶν ἡ Γραφή φησιν, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· δῆλόν ἐστιν, ὡς μετ' αὐτοὺς καὶ Υἱὸς καὶ Θεὸς οὗτος ἐλέχθη. Πῶς οὖν πάντα δι' αὐτοῦ, καὶ αὐτός ἐστι πρὸ πάντων; Ἢ πῶς πρωτότοκος πάσης τῆς κτίσεως, ἔχων τοὺς πρὸ ἑαυτοῦ κληθέντας υἱοὺς καὶ θεούς; Πῶς δὲ οἱ μέτοχοι πρῶτοι οὐ μετ έχουσι Λόγου; οὐκ ἔστιν ἀληθὴς αὕτη δόξα· παρεύ ρεσίς ἐστι τῶν νῦν ἰουδαϊζόντων. Πῶς γὰρ 26.93 ὅλως δύνανται τινες ἐπιγνῶναι Πατέρα τὸν Θεόν; οὔτε γὰρ υἱοθεσία γένοιτ' ἂν χωρὶς τοῦ ἀλη θινοῦ Υἱοῦ, λέγοντος αὐτοῦ· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Πῶς δὲ καὶ θεοποίησις γένοιτ' ἂν χωρὶς τοῦ Λόγου, καὶ πρὸ αὐτοῦ, καίτοι λέγοντος αὐτοῦ πρὸς τοὺς ἀδελφοὺς τούτων Ἰουδαίους, Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο; Εἰ δὲ πάντες ὅσοι υἱοί τε καὶ θεοὶ ἐκλήθησαν, εἴτε ἐπὶ γῆς, εἴτε ἐν οὐρανοῖς, διὰ τοῦ Λόγου υἱοποιήθη σαν καὶ ἐθεοποιήθησαν, αὐτὸς δὲ ὁ Υἱός ἐστιν ὁ Λόγος· δῆλον ὅτι δι' αὐτοῦ μὲν οἱ πάν τες, αὐτὸς δὲ πρὸ πάντων, μᾶλλον δὲ μόνον αὐτὸς ἀληθινὸς Υἱὸς, καὶ μόνος ἐκ τοῦ ἀληθινοῦ Θεοῦ Θεὸς ἀληθινός ἐστιν, οὐ μισθὸν ἀρετῆς ταῦτα λαβὼν, οὐδὲ ἄλλος ὢν παρὰ ταῦτα, ἀλλὰ φύσει κατ' οὐσίαν ὢν ταῦτα. Γέννημα γὰρ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχει, ὥστε μηδένα ἀμφιβάλλειν, ὅτι καθ' ὁμοιό τητα τοῦ ἀτρέπτου Πατρὸς ἄτρεπτός ἐστι καὶ ὁ Λόγος. Τέως μὲν οὖν, ταῖς περὶ τοῦ Υἱοῦ ἐννοίαις χρώ μενοι, οὕτως πρὸς τὰς ἀλόγους αὐτῶν ἐπινοίας, ὡς δέ δωκεν αὐτὸς ὁ Κύριος, ἀπηντήσαμεν· καλὸν δὲ καὶ τὰ θεῖα λόγια παραθέσθαι λοιπὸν, ἵν' ἔτι καὶ πλεῖον τοῦ μὲν Υἱοῦ τὸ ἄτρεπτον ἀποδειχθῇ, καὶ ἡ ἀναλλοίωτος αὐτοῦ πατρικὴ φύσις, τούτων δὲ ἡ κα κοφροσύνη. Γράφων τοίνυν Φιλιππησίοις ὁ Ἀπόστο λός φησι· Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυ τὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώ ματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.
23