καὶ γυναιξὶ δὲ ταῖς παρ' αὐτῶν δεδώκασιν ἐξουσίαν ὑβρίζειν ἣν θέλουσι. καὶ αἱ μὲν σεμναὶ καὶ πισταὶ γυναῖκες ἐξέκλινον καὶ παρεχώρουν ἐκείναις τὴν ὁδόν, αἱ δὲ ὥσπερ μαινάδες καὶ ἐρινύες περιερχόμεναι συμφορὰν ἡγοῦντο τὸ μὴ εὑρίσκειν ἀδικεῖν καὶ τὴν ἡμέραν ἐκείνην μετὰ λύπης διῆγον, ἐν ᾗ μὴ ἠδύναντο κακοποιεῖν. καὶ ὅλως οὕτως ἦσαν πᾶσιν ἄγριοι καὶ πικροὶ ὥστε δημίους φονευτὰς ἀθεμίτους φιλοπράγμονας κακούργους καὶ πάντα μᾶλλον αὐτοὺς ἢ Χριστιανοὺς παρὰ πάντων καλεῖσθαι. 60.1 Καὶ γὰρ καὶ τοὺς Σκύθας μιμούμενοι ἥρπασαν Εὐτύχιον ὑποδιάκονον, ἄνδρα καλῶς ὑπηρετοῦντα τῇ ἐκκλησίᾳ, καὶ ποιήσαντες εἰς τὰ νῶτα ταυρείαις ἴσα θανάτῳ κατακοπῆναι ἠξίωσαν εἰς μέταλλον ἀποσταλῆναι, καὶ μέταλλον οὐχ ἁπλῶς, ἀλλ' εἰς 60.2 τὸ τῆς Φαινώ, ἔνθα καὶ φονεὺς καταδικαζόμενος ὀλίγας ἡμέρας μόγις δύναται ζῆσαι. καὶ τὸ παράδοξον οὐδὲ κἂν ὀλίγας ὥρας ἐπέτρεψαν αὐτὸν θεραπευθῆναι διὰ τὰς πληγάς, ἀλλ' εὐθὺς ἐποίησαν ἀποσταλῆναι φάσκοντες· «εἰ τοῦτο γένηται, πάντες φοβηθήσονται καὶ μεθ' ἡμῶν ἔσονται λοιπόν». οὐ πολὺ δὲ διέστη καὶ μὴ δυνηθεὶς εἰς τὸ 60.3 μέταλλον φθάσαι διὰ τὸν πόνον τῶν πληγῶν ἀπέθανεν ἐν τῇ ὁδῷ. καὶ ὁ μὲν ἐτελεύτα χαίρων ἔχων τὸ καύχημα τοῦ μαρτυρίου, οἱ δὲ ἀσεβεῖς οὐδὲ οὕτως ᾐσχύνοντο, κατὰ δὲ τὸ γεγραμμένον «ἀνελεήμονα σπλάγχνα ἔχοντες» καὶ τοῦτο μελετήσαντες σατανικόν τι πάλιν πεποιήκασιν. ἀξιούντων γὰρ τῶν λαῶν διὰ τὸν Εὐτύχιον καὶ δεομένων περὶ αὐτοῦ πε ποιήκασιν ἁρπασθῆναι καλοὺς καὶ ἐλευθέρους ἄνδρας τέσσαρας, Ἑρμείαν λούοντα τοὺς ἀνεξόδους καὶ πάνυ γε τούτους πληγαῖς κατακόψας ἐνέβαλεν εἰς τὸ δεσμωτήριον ὁ δούξ. 60.4 ἀλλ' οἱ Ἀρειανοὶ καὶ Σκυθῶν ὠμότεροι τυγχάνοντες, ἐπεὶ ἑωράκασι μὴ τελευτήσαντας ἐκείνους ἀπὸ τῶν πληγῶν, ἐμέμφοντο καὶ ἠπείλουν· «γράφομεν» λέγοντες «τοῖς εὐνούχοις, ὅτι μὴ μαστίζεις ὡς θέλομεν ἡμεῖς». ἐκεῖνός τε ἀκούσας καὶ φοβηθεὶς ἠναγκάσθη 60.5 καὶ δεύτερον τύψαι τοὺς ἀνθρώπους. καὶ οἱ μὲν τυπτόμενοι εἰδότες, διὰ τί τύπτονται καὶ παρὰ τίνων διεβλήθησαν, οὐδὲν ἕτερον ἔλεγον ἤ· «διὰ μὲν τὴν ἀλήθειαν τυπτόμεθα, οὐ κοινωνοῦμεν δὲ τοῖς αἱρετικοῖς· τύπτε λοιπόν, ὡς θέλεις, καί σε μέλλει διὰ τοῦτο κρίνειν ὁ θεός». οἱ μὲν οὖν ἀσεβεῖς ἤθελον αὐτοὺς καὶ ἐν τῷ δεσμωτηρίῳ κινδυνεῦσαι καὶ ἀποθανεῖν, ὁ δὲ τοῦ θεοῦ λαὸς εἰδὼς τὸν καιρὸν ἠξίωσαν καὶ μεθ' ἡμέρας ἑπτά που ἢ καὶ πλέον ἀπ ελύθησαν. 61.1 Οἱ δὲ ὥσπερ λυπηθέντες ἕτερόν τι πάλιν ὠμότερον καὶ ἀνόσιον ποιεῖν ἐπεχείρησαν, ὠμὸν μὲν πρὸς πάντας, ἁρμόζον δὲ τῇ χριστομάχῳ αὐτῶν αἱρέσει. ὁ μὲν γὰρ κύριος ἐνετεί λατο τῶν πτωχῶν μνημονεύειν «καὶ πωλήσατε», λέγων, «τὰ ὑπάρχοντα καὶ δότε ἐλεημο σύνην» καὶ «ἐπείνων καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων, καὶ ἐποτίσατέ με. ἐφ' ὅσον γὰρ 61.2 ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε ». οὗτοι δὲ ὡς τῷ ὄντι κατὰ Χριστοῦ φρονοῦντες καὶ ἐν τούτοις ἀντιπρᾶξαι τῷ βουλήματι αὐτοῦ τετολμήκασι. τοὺς γὰρ δεομέ νους καὶ τὰς χήρας, ἐπειδὴ τὰς ἐκκλησίας παραδέδωκεν ὁ δοὺξ τοῖς Ἀρειανοῖς, καὶ ἐν αὐταῖς διατρίβειν οὐκ ἠδύναντο, καθεζομένας, ἐν οἷς ὥρισαν αὐταῖς τόποις οἱ πεπιστευμένοι τὰς χήρας κληρικοί, ἐπειδὴ ἔβλεπον τοὺς ἀδελφοὺς προθύμως ἐπιδιδόντας αὐταῖς καὶ τρέφοντας τὰς χήρας, αὐτάς τε κατὰ τῶν ποδῶν τύπτοντες ἐδίωκον καὶ τοὺς παρέχοντας διέβαλλον 61.3 τῷ δουκί. καὶ τοῦτο ἐγίγνετο μὲν διὰ ∆υναμίου τινὸς στρατιώτου, φίλον δὲ ἦν τοῦτο Σεβαστιανῷ· παρὰ Μανιχαίοις γὰρ ἔλεος οὐκ ἔστιν, ἀλλὰ καὶ ἐχθρόν ἐστι παρ' αὐτοῖς τὸ ἐλεεῖν πένητα. ἦν τοίνυν καινὴ μέμψις καὶ δικαστήριον νῦν πρῶτον ἐπινοηθὲν παρ' αὐτῶν· ἐπὶ εὐεργεσίᾳ τις ἐκρίνετο, καὶ ὁ μὲν ἐλεῶν κατηγορεῖτο, ὁ δὲ εὐεργετούμενος ἐτύπτετο· 61.4 καὶ μᾶλλον ἤθελον πεινᾶν τὸν πένητα ἢ τὸν βουλόμενον ἐλεεῖν παρέχειν. καὶ τοῦτο δὲ παρὰ τῶν παλαιῶν πάλιν Ἰουδαίων ἔμαθον νέοι ὄντες Ἰουδαῖοι καὶ αὐτοί· καὶ γὰρ
24