Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρί σατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Τί τούτου λευ κότερον καὶ ἀποδεικτικώτερον γένοιτο ἄν; Οὐ γὰρ ἐξ ἐλαττόνων βελτίων γέγονεν· ἀλλὰ μᾶλλον Θεὸς ὑπάρχων τὴν δούλου μορφὴν ἔλαβε, καὶ ἐν τῷ λαβεῖν, οὐκ ἐβελτιώθη, ἀλλ' ἐταπείνωσεν ἑαυτόν. Ποῦ τοίνυν ἐν τούτοις μισθὸς τῆς ἀρετῆς, ἢ ποία προκοπὴ καὶ βελτίωσις ἐν ταπεινώσει; Εἰ γὰρ Θεὸς 26.96 ὢν, γέγονεν ἄνθρωπος, καὶ, ἐξ ὕψους καταβὰς, λέ γεται ὑψοῦσθαι, ποῦ ὑψοῦται Θεὸς ὤν; ∆ήλου ὄντος πάλιν τούτου, ὅτι, τοῦ Θεοῦ ὑψίστου ὄντος, ἐξ ἀνάγκης εἶναι δεῖ καὶ τὸν τούτου Λόγον ὕψιστον. Ποῦ οὖν πλεῖον εἶχεν ὑψωθῆναι ὁ ἐν τῷ Πατρὶ ὢν, καὶ ὅμοιος κατὰ πάντα τοῦ Πατρός; Οὐκοῦν πάσης προσ θήκης ἀπροσδεής ἐστι, καὶ οὐκ ἔστιν, ὡς ὑπονοοῦσιν οἱ Ἀρειανοί. Εἰ γὰρ διὰ τὸ ὑψωθῆναι καταβέβηκεν ὁ Λόγος, καὶ ταῦτα γέγραπται· τίς χρεία ἦν ὅλως καὶ ταπεινῶσαι ἑαυτὸν, ἵνα τοῦτο ζητήσῃ λαβεῖν ὅπερ εἶχε; Ποίαν δὲ καὶ χάριν ἔλαβεν ὁ τῆς χάριτος δοτήρ; Ἢ πῶς ἔλαβε τὸ ὄνομα εἰς τὸ προσκυνεῖσθαι, ὁ ἀεὶ ἐν τῷ ὀνόματι αὐτοῦ προσκυνούμενος; Καὶ πρὶν γένηται γοῦν ἄνθρωπος, παρακαλοῦσιν οἱ ἅγιοι· Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Καὶ πάλιν· Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησό μεθα· καὶ ὑπὸ μὲν τῶν πατριαρχῶν προσεκυνεῖτο· περὶ δὲ τῶν ἀγγέλων γέγραπται· Καὶ προσκυνησά τωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Εἰ δὲ καὶ ὡς ψάλλει ∆αυῒδ ἐν τῷ ἑβδομη κοστῷ πρώτῳ ψαλμῷ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν· πῶς ἐλάμβανεν ὃ εἶχεν ἀεὶ, καὶ πρὶν λαβεῖν νῦν αὐτό; Ἢ πῶς ὑψοῦται, ὁ καὶ πρὶν ὑψωθῆναι ὕψιστος ὤν; Ἢ πῶς ἔλαβε τὸ προσκυνεῖσθαι, ὁ καὶ, πρὶν τοῦτο νῦν λαβεῖν, ἀεὶ προσκυνούμενος; Οὐκ ἔστιν αἴνιγμα, ἀλλὰ μυστήριον θεῖον· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· δι' ἡμᾶς δὲ ὕστερον οὗτος ὁ Λόγος σὰρξ ἐγένετο· καὶ τὸ λεγόμενον νῦν, ὑπερύψωσεν, οὐ τὴν οὐσίαν τοῦ Λόγου ὑψουμένην σημαίνει· ἦν γὰρ ἀεὶ καὶ ἔστιν ἴσα Θεῷ· ἀλλὰ τῆς ἀνθρωπότητός ἐστιν ἡ ὕψωσις. Οὐ πρὶν γοῦν εἴρηται ταῦτα, εἰ μὴ ὅτε γέγονε σὰρξ ὁ Λόγος, ἵνα γένητα φανερὸν, ὅτι τὸ, ἐταπείνωσε, καὶ τὸ, ὑπερύψωσεν ἐπὶ τοῦ ἀνθρωπίνου λέγεται· οὗ γάρ ἐστι τὸ ταπει νὸν, τούτου καὶ τὸ ὑψωθῆναι ἂν εἴη· καὶ εἰ διὰ τὴν πρόσληψιν τῆς σαρκὸς τὸ, ἐταπείνωσε, γέγραπται, δῆλόν ἐστιν, ὅτι καὶ τὸ, ὑπερύψωσε, δι' αὐτήν ἐστι. Τούτου γὰρ ἦν ἐνδεὴς ὁ ἄνθρωπος διὰ τὸ ταπεινὸν τῆς σαρκὸς καὶ τοῦ θανάτου. Ἐπεὶ οὖν εἰκὼν ὢν τοῦ Πατρὸς, καὶ ἀθάνατος ὢν ὁ Λόγος, ἔλαβε τὴν τοῦ δούλου μορφὴν, καὶ ὑπέμεινε δι' ἡμᾶς ὡς ἄνθρω πος ἐν τῇ ἑαυτοῦ σαρκὶ τὸν θάνατον, ἵν' οὕτως ἑαυτὸν ὑπὲρ ἡμῶν διὰ τοῦ θανάτου προσενέγκῃ τῷ 26.97 Πατρί· διὰ τοῦτο καὶ ὡς ἄνθρωπος δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν λέγεται ὑπερυψοῦσθαι, ἵν' ὥσπερ τῷ θα νάτῳ αὐτοῦ πάντες ἡμεῖς ἀπεθάνομεν ἐν Χριστῷ, οὕτως, ἐν αὐτῷ τῷ Χριστῷ πάλιν ἡμεῖς ὑπερυγωθῶ μεν, ἔκ τε τῶν νεκρῶν ἐγειρόμενοι, καὶ εἰς οὐρανοὺς ἀνερχόμενοι, ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, οὐκ εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Εἰ δὲ νῦν ὑπὲρ ἡμῶν εἰς αὐτὸν τὸν οὐρανὸν εἰσῆλθεν ὁ Χριστὸς, καί τοι καὶ πρὸ τούτου καὶ ἀεὶ Κύριος ὢν καὶ δημιουρ γὸς τῶν οὐρανῶν· ὑπὲρ ἡμῶν ἄρα καὶ τὸ ὑψω θῆναι νῦν γέγραπται. Καὶ ὥσπερ αὐτὸς πάντας ἁγιά ζων, λέγει πάλιν τῷ Πατρὶ ἑαυτὸν ὑπὲρ ἡμῶν ἁγιά ζειν, οὐχ ἵνα ἅγιος ὁ Λόγος γένηται, ἀλλ' ἵνα αὐτὸς ἐν ἑαυτῷ ἁγιάσῃ πάντας ἡμᾶς· οὕτως ἄρα καὶ τὸ νῦν λεγόμενον, ὑπερύψωσεν αὐτὸν, οὐχ ἵνα αὐτὸς ὑψω θῇ· ὕψιστος γάρ ἐστιν· ἀλλ' ἵνα αὐτὸς μὲν ὑπὲρ ἡμῶν δικαιοσύνη γένηται, ἡμεῖς δὲ ὑψωθῶμεν ἐν
24