αὐτῷ, καὶ εἰς τὰς πύλας εἰσέλθωμεν τῶν οὐρα νῶν, ἃς αὐτὸς πάλιν ὑπὲρ ἡμῶν ἀνέῳξε, λεγόντων τῶν προτρεχόντων· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύ σεται ὁ βασιλεὺς τῆς δόξης. Καὶ ὧδε γὰρ οὐκ αὐτῷ ἦσαν αἱ πύλαι κεκλεισμέναι Κυρίῳ καὶ ποιητῇ τῶν πάντων ὄντι, ἀλλὰ δι' ἡμᾶς καὶ τοῦτο γέγρα πται, οἷς ἦν ἡ θύρα κεκλεισμένη τοῦ παραδείσου. ∆ιὸ καὶ ἀνθρωπίνως μὲν, δι' ἣν ἐφόρει σάρκα, λέγεται περὶ αὐτοῦ τὸ, Ἄρατε πύλας· καὶ τὸ, Εἰσ ελεύσεται, ὡς ἀνθρώπου εἰσερχομένου· θεϊκῶς δὲ πάλιν περὶ αὐτοῦ λέγεται, ἐπειδὴ καὶ Θεός ἐστιν ὁ Λόγος, ὅτι οὗτός ἐστιν ὁ Κύριος καὶ ὁ βασι λεὺς τῆς δόξης. Τὴν δὲ τοιαύτην εἰς ἡμᾶς γενομέ νην ὕψωσιν προανεφώνει τὸ Πνεῦμα ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ λέγον· Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ. Εἰ δὲ δικαιοσύνη ἐστὶν ὁ Υἱὸς, οὐκ ἄρα αὐτός ἐστιν ὡς ἐνδεὴς ὑψούμενος, ἀλλ' ἡμεῖς ἐσμεν οἱ ἐν τῇ δικαιοσύνῃ ὑψούμενοι, ἥτις ἐστὶν αὐτός. Καὶ γὰρ καὶ τὸ, ἐχαρίσατο αὐτῷ, οὐ δι' αὐτὸν τὸν Λόγον γέγραπται· ἦν γὰρ πάλιν, καὶ πρὶν ἄν θρωπος γένηται, προσκυνούμενος, ὥσπερ εἴπομεν, ὑπό τε τῶν ἀγγέλων καὶ πάσης τῆς κτίσεως, κατὰ τὴν πατρικὴν ἰδιότητα· ἀλλὰ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦτο πάλιν περὶ αὐτοῦ γέγραπται. Ὥσπερ 26.100 γὰρ, ὡς ἄνθρωπος, ὁ Χριστὸς ἀπέθανε καὶ ὑψώθη· οὕτως, ὡς ἄνθρωπος, λέγεται λαμβάνειν ὅπερ εἶχεν ἀεὶ ὡς Θεὸς, ἵνα εἰς ἡμᾶς φθάσῃ καὶ ἡ τοιαύτη δο θεῖσα χάρις. Οὐ γὰρ ἠλαττώθη ὁ Λόγος σῶμα λαβὼν, ἵνα καὶ χάριν ζητήσῃ λαβεῖν, ἀλλὰ μᾶλλον καὶ ἐθεο ποίησεν ὅπερ ἐνεδύσατο, καὶ πλέον ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων τοῦτο. Ὥσπερ γὰρ ἀεὶ προσ εκυνεῖτο Λόγος ὢν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων· οὕτως ὁ αὐτὸς ὢν καὶ ἄνθρωπος γενόμενος, κληθείς τε Ἰησοῦς, οὐδὲν ἧττον ἔχει πᾶσαν ὑπὸ πόδα τὴν κτίσιν, καὶ ἐν τῷ ὀνόματι τούτῳ τὰ γόνατα κάμ πτουσαν αὐτῷ, καὶ ἐξομολογουμένην ὅτι καὶ τὸ γε νέσθαι σάρκα τὸν Λόγον, καὶ θάνατον ὑπομεῖναι σαρκὶ, οὐκ ἐπ' ἀδοξίᾳ τῆς θεότητος αὐτοῦ γέγονεν, ἀλλ' εἰς δόξαν Θεοῦ Πατρός. ∆όξα δὲ Πατρός ἐστι τὸν γενόμενον ἄνθρωπον καὶ ἀπολόμενον εὑρεθῆναι, καὶ νεκρωθέντα ζωοποιηθῆναι, καὶ ναὸν γενέσθαι Θεοῦ. Καὶ γὰρ καὶ τῶν ἐν οὐρανοῖς δυνάμεων, ἀγγέλων τε καὶ ἀρχαγγέλων ἀεὶ μὲν προσκυνούντων αὐ τὸν, προσκυνούντων δὲ καὶ νῦν ἐν τῷ ὀνόματι Ἰησοῦ τὸν Κύριον, ἡμῶν ἐστιν αὕτη ἡ χάρις καὶ ὑπερύψωσις, ὅτι τε καὶ ἄνθρωπος γενόμενος, προσκυνεῖται ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ οὐ ξενισθήσονται αἱ οὐράνιοι δυνάμεις βλέπουσαι τοὺς συσσώμους ἐκείνου πάντας ἡμᾶς εἰσαγομένους εἰς τὰς χώρας αὐτῶν. Ἄλλως δὲ οὐκ ἂν ἐγεγόνει τοῦτο, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρ χων εἰλήφει δούλου μορφὴν, καὶ ταπεινώσας ἦν ἑαυτὸν, μέχρι θανάτου συγχωρήσας φθάσαι τὸ σῶμα. Ἰδοὺ γοῦν τὸ νομιζόμενον παρὰ ἀνθρώποις μωρὸν τοῦ Θεοῦ διὰ τὸν σταυρὸν γέγονε πάντων ἐντιμότερον. Ἡ μὲν γὰρ ἀνάστασις ἡμῶν ἐν αὐτῷ ἀπόκειται· οὐκέτι δὲ μόνος ὁ Ἰσραὴλ, ἀλλὰ καὶ πάντα τὰ ἔθνη λοιπὸν, ὡς προείρηκεν ὁ προφήτης, τὰ μὲν εἴδωλα ἑαυτῶν καταλιμπάνουσι, τὸν δὲ ἀληθινὸν Θεὸν τὸν τοῦ Χριστοῦ Πατέρα ἐπιγινώσκουσι· καὶ ἡ μὲν τῶν δαιμόνων φαντασία κατήργηται, μόνος δὲ ὁ ὄντως Θεὸς ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνεῖται. Τὸ δὲ καὶ ἐν σώματι γενόμε νον τὸν Κύριον καὶ κληθέντα Ἰησοῦν προσκυνεῖ σθαι, πιστεύεσθαί τε αὐτὸν Υἱὸν Θεοῦ, καὶ δι' αὐτοῦ ἐπιγινώσκεσθαι τὸν Πατέρα, δῆλον ἂν εἴη, καθάπερ εἴρηται, ὅτι οὐχ ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλαβε τὴν τοιαύτην χάριν, ἀλλ' ἡμεῖς. ∆ιὰ γὰρ τὴν πρὸς τὸ σῶμα αὐτοῦ συγγένειαν ναὸς Θεοῦ γεγόναμεν καὶ ἡμεῖς, καὶ υἱοὶ Θεοῦ λοιπὸν πεποιήμεθα, ὥστε καὶ ἐν ἡμῖν ἤδη προσκυνεῖσθαι τὸν Κύριον, καὶ τοὺς ὁρῶν τας ἀπαγγέλλειν, ὡς ὁ Ἀπόστολος εἴρηκεν, ὅτι ὄντως 26.101 ὁ Θεὸς ἐν τούτοις ἐστί· καθάπερ καὶ ὁ Ἰωάννης ἐν μὲν τῷ Εὐαγγελίῳ φησίν· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα
25