Θεοῦ γενέ σθαι· ἐν δὲ τῇ Ἐπιστολῇ γράφει· Ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ὑμῖν, ἐκ τοῦ πνεύματος αὐ τοῦ, οὗ ἔδωκεν ἡμῖν. Γνώρισμα δέ ἐστι καὶ τοῦτο τῆς εἰς ἡμᾶς παρ' αὐτοῦ γενομένης ἀγαθότητος, ὅτι ἡμεῖς μὲν ὑψώθημεν, διὰ τὸ ἐν ἡμῖν εἶναι τὸν ὕψι στον Κύριον, καὶ δι' ἡμᾶς ἡ χάρις δίδοται, διὰ τὸ γενέσθαι ὡς ἡμᾶς ἄνθρωπον τὸν χορηγοῦντα τὴν χάριν Κύριον· αὐτὸς δὲ ὁ Σωτὴρ ἐταπείνωσεν ἑαυτὸν ἐν τῷ λαβεῖν τὸ ταπεινὸν ἡμῶν σῶμα· δούλου τε μορφὴν ἔλαβεν, ἐνδυσάμενος τὴν δουλωθεῖσαν σάρκα τῇ ἁμαρτίᾳ. Καὶ αὐτὸς μὲν οὐδὲν παρ' ἡμῶν εἰς βελτίωσιν ἔσχηκεν· ἀνενδεὴς γάρ ἐστι καὶ πλήρης ὁ τοῦ Θεοῦ Λόγος· ἡμεῖς δὲ παρ' αὐτοῦ μᾶλ λον ἐβελτιώθημεν. Αὐτὸς γάρ ἐστι τὸ φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Καὶ μάτην ἐπερείδονται οἱ Ἀρειανοὶ τῷ, διὸ, συνδέσμῳ, διὰ τὸ λέγειν τὸν Παῦλον· ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερ ύψωσεν. Οὐ γὰρ ἆθλον ἀρετῆς, οὐδὲ βελτίωσιν προκοπῆς αὐτοῦ σημαίνων ἔλεγεν, ἀλλὰ τὸ αἴτιον τῆς εἰς ἡμᾶς γενομένης ὑψώσεως. Τί δὲ τοῦτό ἐστιν ἢ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, καὶ εὐγενοῦς Πατρὸς Υἱὸν, ταπεινῶσαι ἑαυτὸν καὶ δοῦλον ἀνθ' ἡμῶν καὶ ὑπὲρ, ἡμῶν γενέσθαι; Εἰ γὰρ μὴ ἄνθρωπος ὁ Κύριος ἐγεγόνει, οὐκ ἂν ἡμεῖς ἀπὸ ἁμαρτιῶν λυτρωθέντες ἐκ νεκρῶν ἀνέστημεν, ἀλλ' ἐμένομεν ὑπὸ γῆν νεκροί· οὐδ' ἂν ὑψώθημεν εἰς οὐρανοὺς, ἀλλ' ἐκείμεθα ἐν τῷ ᾅδῃ. ∆ι' ἡμᾶς ἄρα καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον ὑπερύψωσε, καὶ, ἐχαρίσατο. Τοιαύτην μὲν οὖν ἡγοῦμαι τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ μάλα ἐκκλησιαστικὴν οὖσαν. Καὶ δεύτερον δὲ ὅμως τις ἐπιχειρήσειεν εἰς τὸ ῥητὸν, ἐκ παραλλή λου λέγων τὰ αὐτά· ὅτι οὐ τὸν Λόγον αὐτὸν, ᾗ Λόγος ἐστὶν, ὑψοῦσθαι σημαίνει· ἔστι γὰρ, ὡς προείρηται μικρῷ πρόσθεν, ὕψιστος καὶ ὅμοιος ὢν τῷ Πα τρί· ἀλλὰ διὰ τὴν ἐνανθρώπησιν αὐτοῦ τῆς ἐκ νεκρῶν ἀναστάσεώς ἐστι δηλωτικὸν τὸ ῥητόν. Λέγων γοῦν, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, εὐθὺς ἐπ ήγαγε τὸ, διὰ τοῦτο ὑπερύψωσε· δεῖξαι θέλων, ὅτι, εἰ καὶ ὡς ἄνθρωπος λέγεται τεθνηκέναι, ἀλλ' ὡς ζωὴ ὢν ὑψώθη τῇ ἀναστάσει· Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναστάς. Κατέβη γὰρ σωματικῶς· ἀνέστη δὲ, ὅτι Θεὸς ἦν αὐτὸς ἐν σώματι. Καὶ τοῦτο πάλιν ἐστὶν οὗ χάριν ἐπήγαγε τῇ διανοίᾳ ταύτῃ τὸν, διὸ, σύνδεσμον, οὐ μισθὸν ἀρετῆς οὐδὲ προκο 26.104 πῆς, ἀλλ' αἰτίας δηλωτικὸν, δι' ἣν ἡ ἀνάστασις γέ γονε· καὶ δι' ἣν αἰτίαν οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ Ἀδὰμ καὶ μέχρι νῦν ἀπέθανον καὶ ἔμειναν νε κροὶ, οὗτος δὲ μόνος ὁλόκληρος ἐκ νεκρῶν ἀνέστη. Ἡ δὲ αἰτία αὕτη ἐστὶν, ἣν αὐτὸς προείρηκεν, ὅτι, Θεὸς ὢν, ἄνθρωπος γέγονεν. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι μόνον ἐξ Ἀδὰμ ὄντες ἀπέθανον, καὶ τὸν θάνατον εἶχον βασιλεύοντα κατ' αὐτῶν· οὗτος δὲ ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ ἐστιν· ὁ γὰρ Λόγος σὰρξ ἐγένετο. Καὶ λέγεται ὁ τοιοῦτος ἄνθρω πος ἐξ οὐρανοῦ καὶ ἐπουράνιος, διὰ τὸ ἐξ οὐρανοῦ καταβεβηκέναι τὸν Λόγον· διὸ οὐδὲ κεκράτηται ὑπὸ τοῦ θανάτου. Εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν, συγχωρήσας μέχρι θανάτου φθάσαι τὸ ἴδιον ἑαυτοῦ σῶμα, διὰ τὸ εἶναι αὐτὸ δεκτικὸν θανάτου· ἀλλ' ἐκ γῆς ὑπερυψώθη, διὰ τὸ εἶναι αὐτὸν ἐν σώματι Υἱὸν τοῦ Θεοῦ. Ἴσον γοῦν ἐστι τὸ ἐνταῦθα λεγόμενον· ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε· τῷ λεγομένῳ ἐν ταῖς Πράξεσι παρὰ τοῦ Πέτρου· Ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ. Ὡς γὰρ παρὰ τῷ Παύλῳ γέγραπται· Ἐπειδὴ, ἐν μορφῇ Θεοῦ ὢν, γέγονεν ἄνθρωπος, καὶ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτόν· οὕτως καὶ παρὰ τοῦ Πέτρου λέγεται· Ὅτι, ἐπειδὴ Θεὸς ὢν γέγονεν ἄνθρωπος, τὰ δὲ σημεῖα καὶ τὰ τέρατα ἀπέδειξεν αὐτὸν καὶ τοῖς ὁρῶσι Θεόν· διὰ τοῦτο δυνατὸν οὐκ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θα νάτου. Ἀνθρώπῳ δὲ δυνατὸν οὐκ ἦν τοῦτο κατορθῶσαι· ἴδιον γὰρ τῶν ἀνθρώπων ὁ θάνατος· διὰ τοῦτο Θεὸς ὢν ὁ Λόγος γέγονε σὰρξ, ἵνα, θανατω θεὶς σαρκὶ, ζωοποιήσῃ πάντας τῇ ἑαυτοῦ δυνάμει. Ἐπειδὴ δὲ αὐτὸς λέγεται ὑψῶσθαι, καὶ
26