27
τραφέντες, μάλιστα μὲν οὐδὲ οὕτω πρὸς τοσοῦτον ὄγκον πραγμάτων εἰκὸς ἦν αὐτοὺς ἐπαρθῆναι· πλὴν ἀλλὰ μᾶλλόν τινα λόγον εἶχεν ἡ προσδοκία· νῦν δὲ οἱ μὲν πρὸς λίμνας, οἱ δὲ περὶ δέρματα ἠσχόληντο, οἱ δὲ περὶ τελωνίαν. Οὐδὲν δὲ τούτων τῶν ἐπιτηδευμάτων ἀχρηστότερον πρὸς φιλοσοφίαν καὶ πρὸς τὸ πεῖσαι μεγάλα φαντάζεσθαι, καὶ μάλιστα ὅταν μὴ παράδειγμά τις ἔχῃ. Μᾶλλον δὲ οὐ μόνον παραδείγματα οὐκ εἶχον, ὅτι περιέσονται, ἀλλ' ὅτι καὶ οὐ περιέσονται, καὶ ταῦτα δὴ ἔναυλα. Πολλοὶ γὰρ ἐπιχειρήσαντες καινοτομίαις ἐσβέσθησαν (οὐχὶ τὰ παρ' Ἕλλησι λέγω· ἐκεῖνα γὰρ οὐδὲ ἦσαν, ἀλλὰ παρ' αὐτοῖς τοῖς Ἰουδαίοις ἐν αὐτῷ τῷ καιρῷ), οὐχὶ μετὰ δώδεκα ἀνθρώπων, ἀλλὰ μετὰ πλήθους πολλοῦ τοῖς πράγμασιν ἐπιτιθέμενοι. Καὶ γὰρ Θευδᾶς καὶ Ἰούδας συστήματα ἔχοντες μεγάλα ἀνθρώπων μετὰ τῶν μαθητῶν ἀπώλοντο. Καὶ ὁ παρ' ἐκείνων φόβος ἱκανὸς ἦν τούτους παιδεῦσαι, εἰ μὴ σφόδρα ἦσαν πεπεισμένοι, ὅτι ἄνευ θείας δυνάμεως ἀμήχανον περιγενέσθαι. Εἰ δὲ καὶ προσεδόκων κρατῆσαι, ποίαις ἐλπίσι τοσούτους ἀνεδέχοντο κινδύνους, εἰ μὴ πρὸς τὰ μέλλοντα ἑώρων; Θῶμεν δὲ, ὅτι καὶ ἤλπιζον κρατῆσαι· τί προσεδόκων κερδαίνειν ἐκ τοῦ προσάγειν ἅπαντας τῷ μὴ ἀναστάντι, καθώς φατε; δʹ. Εἰ γὰρ νῦν πιστεύσαντες ἄνθρωποι περὶ βασιλείας οὐρανῶν καὶ μυρίων ἀγαθῶν, δυσκόλως καταδέχονται κινδύνους, πῶς ἂν ἐκεῖνοι μάτην τοσαῦτα ἂν ὑπέμειναν, μᾶλλον δὲ καὶ ἐπὶ κακῷ; Εἰ γὰρ μὴ ἐγένετο τὰ γεγενημένα, μηδὲ εἰς τὸν οὐρανὸν ὁ Χριστὸς ἀνέβη, 61.44 πάντως, ταῦτα πλάττειν φιλονεικοῦντες καὶ τοὺς ἄλλους πείθειν, τῷ Θεῷ προσκρούειν ἔμελλον καὶ μυρίους ἄνωθεν προσδοκᾷν κεραυνούς. Ἄλλως δὲ, εἰ καὶ ζῶντος τοῦ Χριστοῦ τοσαύτην εἶχον προθυμίαν, ἀποθανόντος ἂν ἔσβεσαν αὐτήν. Ἔδοξε γὰρ ἂν αὐτοῖς, εἰ μὴ ἀνέστη, ἀπατεὼν εἶναί τις καὶ εἴρων. Οὐκ ἴστε, ὅτι τὰ στρατόπεδα, τοῦ μὲν στρατηγοῦ καὶ βασιλέως ζῶντος, κἂν ἀσθενῆ ᾖ, συγκροτεῖται· ἀπελθόντων δὲ ἐκείνων, κἂν ἰσχυρὰ ᾖ, διαλύεται; Ποίοις οὖν, εἰπέ μοι, λόγοις ἐκέχρηντο πιθανοῖς, μέλλοντες ἅπτεσθαι τοῦ κηρύγματος καὶ πρὸς τὴν οἰκουμένην ἐξιέναι ἅπασαν; ποίοις δὲ κωλύμασιν οὐκ ἂν κατεσχέθησαν; Εἰ γὰρ μαινόμενοι ἦσαν (τὸ γὰρ αὐτὸ λέγων οὐ παύσομαι), οὐδὲ ὅλως κατορθῶσαι ἔδει· οὐδεὶς γὰρ μαινομένοις πείθεται· εἰ δὲ κατώρθωσαν, ὥσπερ οὖν καὶ κατώρθωσαν, καὶ δείκνυσι τὸ τέλος, πάντων ἦσαν σοφώτεροι. Εἰ δὲ πάντων ἦσαν σοφώτεροι, εὔδηλον ὅτι οὐκ ἂν ἁπλῶς ἦλθον ἐπὶ τὸ κήρυγμα. Εἰ γὰρ μὴ εἶδον αὐτὸν ἀναστάντα, τί ἦν ἱκανὸν αὐτοὺς ἐξαγαγεῖν ἐπὶ τὸν πόλεμον τοῦτον; τί δὲ οὐκ ἂν αὐτοὺς ἀπέτρεψεν; Εἶπεν αὐτοῖς, ὅτι Μετὰ τρεῖς ἡμέρας ἀναστήσομαι, καὶ περὶ βασιλείας οὐρανῶν ἐπηγγείλατο· εἶπεν, ὅτι Κρατήσουσι τῆς οἰκουμένης Πνεῦμα λαβόντες ἅγιον· καὶ μυρία πρὸς τούτοις ἕτερα πᾶσαν ὑπερβαίνοντα φύσιν. Ὥστε εἰ μηδὲν τούτων γέγονεν, εἰ καὶ ζῶντι ἐπείθοντο, τελευτήσαντος οὐκ ἂν ἐπείσθησαν, εἰ μὴ εἶδον ἀναστάντα. Εἶπον γὰρ ἄν· Μετὰ τρεῖς ἡμέρας, ἔλεγεν, ἀναστήσομαι, καὶ οὐκ ἀνέστη· Πνεῦμα ὑπέσχετο δώσειν, καὶ οὐκ ἔπεμψε· πῶς οὖν ὑπὲρ τῶν μελλόντων αὐτῷ πιστεύσομεν, τῶν παρόντων ἐληλεγμένων; Τίνος δὲ ἕνεκεν μὴ ἀναστάντος, ἐκήρυττον ὅτι ἀνέστη; Ἐπειδὴ ἐφίλουν αὐτὸν, φησί. Καὶ μὴν μισεῖν λοιπὸν εἰκὸς ἦν ἀπατήσαντα καὶ προδεδωκότα, καὶ ὅτι μυρίαις αὐτοὺς ἐλπίσιν ἐπάρας, καὶ οἰκίας καὶ γονέων καὶ πάντων ἀποστήσας, καὶ ὁλόκληρον ἔθνος ἐκπολεμώσας αὐτοῖς τὸ Ἰουδαίων, προέδωκεν ὕστερον. Καὶ εἰ μὲν ἀσθενείας ἦν τὸ γενόμενον, συνέγνωσαν ἄν· νυνὶ δὲ κακουργίας πολλῆς εἶναι ἐνομίζετο. Ἔδει γὰρ τἀληθὲς εἰπεῖν, καὶ μὴ τὸν οὐρανὸν ἐπαγγείλασθαι ἄνθρωπον ὄντα θνητὸν, ὥς φατε. Ὥστε τοὐναντίον εἰκὸς ἦν αὐτοὺς ποιεῖν, κηρύττειν τὴν ἀπάτην, καὶ λέγειν αὐτὸν εἴρωνα καὶ γόητα· οὕτω γὰρ ἂν καὶ τῶν κινδύνων ἀπηλλάγησαν, οὕτω καὶ τὸν πόλεμον ἔλυσαν. Εἰ γὰρ τοῖς στρατιώταις ἀργύριον ἔδωκαν οἱ Ἰουδαῖοι ἵνα εἴπωσιν, ὅτι ἔκλεψαν τὸ σῶμα· εἰ παρελθόντες εἶπον οἱ μαθηταὶ ὅτι Ἐκλέψαμεν, καὶ οὐκ ἀνέστη, ποίας ἂν οὐκ ἀπέλαυσαν τιμῆς; Ὥστε ἐξῆν αὐτοῖς καὶ τιμᾶσθαι καὶ στεφανοῦσθαι. Τίνος οὖν