28
ἕνεκεν τὸ ὑβρίζεσθαι καὶ κινδυνεύειν ἀντικατηλλάξαντο τούτων, εἰ μὴ θεία τις ἦν ἡ πείθουσα αὐτοὺς δύναμις, ἡ τούτων ἁπάντων δυνατωτέρα; Εἰ δὲ μηδέπω πείθομεν, λογίζου κἀκεῖνο, ὅτι εἰ μὴ τοῦτο ἦν, κἂν εἰ σφόδρα παρεσκευάζοντο, οὐκ ἂν ἐπ' αὐτῷ τὸ κήρυγμα ἐκήρυξαν, ἀλλ' ἀπεστράφησαν αὐτόν. Ἴστε γὰρ ὅτι οὐδὲ τὰ ὀνόματα βουλόμεθα τῶν τὰ τοιαῦτα ἀπατώντων ἡμᾶς ἀκούειν. Τίνος δὲ ἕνεκεν καὶ ἐκήρυττον αὐτοῦ τὸ ὄνομα; προσδοκῶντες ὅτι κρατήσουσι δι' αὐτοῦ; καὶ μὴν τοὐναντίον ἐχρῆν προσδοκᾷν, ὅτι εἰ καὶ ἔμελλον κρατήσειν, ἀπώλοντο ἀπατεῶνος ὄνομα φέροντες εἰς μέσον. Εἰ δὲ συσκιάσαι τὰ πρότερα ἐβούλοντο, ἔδει σιγῆσαι· 61.45 ὡς τό γε ἐπαγωνίζεσθαι, μειζόνως ἀνῆπτε καὶ τὸν πόλεμον καὶ τὸν γέλωτα. Πόθεν οὖν ἐπῆλθεν αὐτοῖς ἀναπλάσαι τοιαῦτα; καὶ γὰρ ἅπερ ἤκουσαν, ἀπώλεσαν. Εἰ δὲ οὐκ ὄντος φόβου πολλὰ ἐπελανθάνοντο, καί τινα οὐδὲ ἐνόουν, καθὼς καὶ ὁ εὐαγγελιστής φησι, τοσούτου κινδύνου καταλαβόντος, πῶς οὐκ ἂν ἅπαντα αὐτῶν ἀπέπτη; Καὶ τί λέγω τὰ ῥήματα; ὅπου γε καὶ ὁ πρὸς αὐτὸν τὸν διδάσκαλον πόθος ἠρέμα κατεμαραίνετο τῷ φόβῳ τῶν ἐσομένων· ὅπερ αὐτοῖς καὶ ὠνείδισεν. Ἐπειδὴ γὰρ πρὸ τούτου μὲν ἐκκρεμάμενοι αὐτοῦ, συνεχῶς ἠρώτων, Ποῦ ὑπάγεις; ὕστερον δὲ, ὅτε τοὺς μακροὺς ἀπέτεινε λόγους τὰ δεινὰ διηγούμενος τὰ παρ' αὐτὸν τὸν σταυρὸν καταληψόμενα αὐτοὺς, εἶτα τῷ δέει παγέντες ἐναπέμειναν ἀχανεῖς· ἄκουσον πῶς τοῦτο αὐτὸ προφέρει αὐτοῖς λέγων· Οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλ' ὅτι λελάληκα ὑμῖν ταῦτα, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Εἰ τοίνυν προσδοκῶντες αὐτὸν ἀποθανεῖσθαι καὶ ἀναστήσεσθαι οὕτως ἤλγουν, ἀναστάντα αὐτὸν μὴ ἰδόντες, πῶς οὐκ ἂν ἀπώλοντο, καὶ εἰς αὐτὴν ἂν ἐσπούδασαν καταδῦναι τὴν γῆν, καὶ ἀθυμίᾳ τῇ τῆς ἀπάτης καὶ δέει τῶν ἐσομένων πολιορκούμενοι; εʹ. Πόθεν δὲ καὶ τὰ ὑψηλὰ αὐτοῖς δόγματα; τὰ γὰρ ὑψηλότερα ὕστερον εἶπεν αὐτοὺς ἀκούσεσθαι· Πολλὰ γὰρ ἔχω λέγειν ὑμῖν, φησὶν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὥστε τὰ λειπόμενα ὑψηλότερα ἦν. Εἷς δὲ τῶν μαθητῶν οὐδὲ εἰς τὴν Ἰουδαίαν ἤθελεν ἀπελθεῖν μετ' αὐτοῦ, ἐπειδὴ κινδύνων ἤκουσεν, ἀλλ' ἔλεγεν· Ἀπέλθωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ' αὐτοῦ· βαρυνόμενος ἐπειδὴ προσεδόκησεν ἀποθανεῖσθαι. Εἰ δὲ μετ' αὐτοῦ ὢν προσεδόκησεν ἀποθανεῖσθαι, καὶ ἀνεδύετο διὰ τοῦτο, χωρὶς αὐτοῦ καὶ τῶν λοιπῶν μαθητῶν τί οὐκ ἂν ἤλπισε τότε παθεῖν; Καὶ πολὺς ὁ ἔλεγχος ἦν τῆς ἀναισχυντίας. Τί δὲ καὶ εἶχον εἰπεῖν ἐξιόντες; Τὸ μὲν γὰρ πάθος ἡ οἰκουμένη πᾶσα ᾔδει· καὶ γὰρ ἐφ' ὑψηλοῦ ἐκρέματο τοῦ ἰκρίου, καὶ ἐν ἡμέρᾳ μέσῃ, καὶ ἐν μητροπόλει, καὶ ἐν ἑορτῇ μεγίστῃ, ἐν ᾗ μάλιστα οὐκ ἐνῆν τινα ἀπολειφθῆναι· τὴν δὲ ἀνάστασιν οὐδεὶς εἶδε τῶν ἔξωθεν, ὅπερ οὐ μικρὸν αὐτοῖς πρὸς τὸ πείθειν ἐμπόδιον ἦν. Καὶ ὅτι μὲν ἐτάφη, πάντες διεθρύλλουν· καὶ ὅτι ἔκλεψαν τὸ σῶμα αὐτοῦ οἱ μαθηταὶ, οἱ στρατιῶται μετὰ τῶν Ἰουδαίων ἁπάντων ἔλεγον· ὅτι δὲ ἀνέστη, τῶν ἔξωθεν οὐδεὶς εἶδε. Πόθεν οὖν προσεδόκησαν πείθειν τὴν οἰκουμένην; Εἰ γὰρ θαυμάτων γινομένων στρατιῶται ἐπείσθησαν τὰ ἐναντία μαρτυρῆσαι, πόθεν προσεδόκων οὗτοι χωρὶς θαυμάτων κηρύττειν, καὶ μηδὲ ὀβολὸν κεκτημένοι πείθειν γῆν καὶ θάλατταν περὶ τῆς ἀναστάσεως; εἰ δὲ δόξης ἐρῶντες τοῦτο ἐποίουν, πολλῷ μᾶλλον ἂν ἕκαστος ἑαυτῷ δόγματα ἐπεφήμισεν, οὐχὶ τῷ ἀπελθόντι. Ἀλλ' οὐκ ἂν ἐπείσθησαν αὐτοῖς οἱ ἄνθρωποι; Καὶ περὶ τίνος ἀκούοντες μᾶλλον ἐπίστευον; περὶ ἐκείνου τοῦ συλληφθέντος καὶ σταυρωθέντος, ἢ περὶ αὐτῶν τῶν τὰς χεῖρας ἐκφυγόντων τὰς Ἰουδαϊκάς; Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, μέλλοντες τοῦτο ποιεῖν, οὐκ εὐθέως τὴν Ἰουδαίαν ἀφέντες, εἰς τὰς ἔξω πόλεις ἀπῆλθον, ἀλλ' ἔνδον ἐστρέφοντο; Πῶς δὲ, εἰ μὴ σημεῖα ἐποίουν, ἔπειθον; Καὶ εἰ μὲν ἐποίουν (ἐποίουν γὰρ), Θεοῦ δύναμις ἦν τὸ γινόμενον· εἰ δὲ μὴ ἐποίουν καὶ ἐκράτουν, πολὺ θαυμαστότερον ἦν τὸ συμβάν. Οὐκ ᾔδεσαν Ἰουδαίους, εἰπέ μοι, καὶ τὴν πονηρὰν αὐτῶν μελέτην 61.46 καὶ τὴν φθόνων γέμουσαν ψυχήν; Καὶ γὰρ Μωϋσέα ἐλίθασαν μετὰ τὸ πέλαγος ὅπερ ἐπέζευσαν, μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον ἐκεῖνο τὸ