29
θαυμαστὸν, ὅπερ ἔστησαν ἀναιμωτὶ διὰ τῶν ἐκείνου χειρῶν κατὰ τῶν δουλωσαμένων αὐτοὺς Αἰγυπτίων, μετὰ τὸ μάννα, μετὰ τὰς πέτρας καὶ τὰς πηγὰς τῶν ποταμῶν τὰς ἐκεῖθεν ῥαγείσας, μετὰ τὰ μυρία θαύματα τὰ ἐπὶ τῆς Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς καὶ τῆς ἐρήμου· Ἱερεμίαν εἰς λάκκον ἐνέβαλον, καὶ πολλοὺς τῶν προφητῶν κατέσφαξαν. Ἄκουσον γοῦν τί φησιν Ἠλίας μετὰ τὸν φοβερὸν λιμὸν ἐκεῖνον καὶ τὸν θαυμαστὸν ὑετὸν καὶ τὴν λαμπάδα, ἣν ἐκ τῶν οὐρανῶν κατήνεγκε, καὶ τὸ παράδοξον ὁλοκαύτωμα, ὡς ποῤῥωτάτω τῆς χώρας αὐτῶν ἐλαυνόμενος· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Καίτοι γε οὐδὲν τῶν νομίμων ἐκίνουν. Τούτοις οὖν πόθεν εἶχον προσέχειν; εἰπέ μοι· καὶ γὰρ ἁπάντων ἦσαν ἐκείνων εὐτελέστεροι, καὶ τοιαῦτα ἐκαινοτόμουν, δι' ἃ καὶ τὸν ∆ιδάσκαλον ἐσταύρωσαν. Καὶ ἄλλως δὲ, οὐχ οὕτως ἐδόκει δεινὸν εἶναι τὸ τὸν Χριστὸν ταῦτα λέγειν, καὶ τούτους. Τὸν μὲν γὰρ ἴσως ἐνόμιζον ἑαυτῷ δόξαν κτώμενον ταῦτα ποιεῖν, τούτους δὲ καὶ μειζόνως ἂν ἐμίσησαν, ἅτε ὑπὲρ ἑτέρου πολεμοῦντας αὐτοῖς. Ἀλλ' οἱ νόμοι αὐτοῖς ἐβοήθουν οἱ Ῥωμαίων; Ἀλλ' ἀπὸ τούτων καὶ ἐνεποδίζοντο μᾶλλον· καὶ γὰρ ἔλεγον· Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ ἔστι φίλος τοῦ Καίσαρος. Ὥστε τοῦτο μόνον ἱκανὸν ἦν ἐμποδίσαι, ὅτι τοῦ νομισθέντος εἶναι τυράννου καὶ μαθηταὶ ἦσαν, καὶ τὰ ἐκείνου κρατύνειν ἐβούλοντο. Τί δὲ ὅλως αὐτοὺς ἐπῆρεν εἰς τοσούτους κινδύνους ἐμπεσεῖν; τί δὲ περὶ αὐτοῦ λέγοντες ἐδόκουν εἶναι πιθανοί; ὅτι ἐσταυρώθη; ὅτι ἀπὸ γυναικὸς ἐτέχθη Ἰουδαίας πτωχῆς, Ἰουδαίῳ τέκτονι μεμνηστευμένης; ὅτι ἐξ ἔθνους ἦν τῇ οἰκουμένῃ ἀπεχθανομένου; Ἀλλὰ ταῦτα πάντα οὐχὶ πείθειν μόνον καὶ ἐφέλκεσθαι τοὺς ἀκούοντας, ἀλλὰ καὶ προσίστασθαι πᾶσιν ἦν ἱκανὰ, καὶ μάλιστα τὰ παρὰ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως λεγόμενα. Οὐκ ἂν οὖν ταῦτα πάντα ἐνενόησαν οἱ μαθηταί; καὶ γὰρ αἱ δειλαὶ φύσεις πλείονα τῶν ὄντων ἀναπλάττειν δύνανται· τοιαῦται δὲ ἦσαν αἱ ἐκείνων. Πόθεν οὖν ἤλπιζον κατορθώσειν; μᾶλλον δὲ οὐκ ἤλπισαν, μυρίων ὄντων τῶν ἀπαγόντων αὐτοὺς, εἴ γε μὴ ἀνέστη ὁ Χριστός. σʹ. Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι εἰ μὴ δαψιλοῦς καὶ μεγάλης ἀπέλαυσαν χάριτος, καὶ ἐνέχυρα τῆς ἀναστάσεως ἔλαβον, οὐ μόνον πρᾶξαι καὶ ἐπιχειρῆσαι, ἀλλ' οὐδὲ ἐννοῆσαι ταῦτα ἠδύναντο; Εἰ γὰρ τοσούτων ὄντων κωλυμάτων πρὸς τὸ βουλεύσασθαι, οὐ λέγω πρὸς τὸ κατορθῶσαι, καὶ ἐβουλεύσαντο καὶ εἰς ἔργον ἐξήγαγον καὶ μείζονα πάσης ἐλπίδος ἐποίησαν, παντί που δῆλον, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, ἀλλὰ θείᾳ χάριτι πάντα εἰργάζοντο. Τούτους τοίνυν τοὺς λόγους γυμνάζωμεν, μὴ καθ' ἑαυτοὺς μόνον, ἀλλὰ καὶ μετὰ ἀλλήλων· οὕτω δ' ἂν εὐκολωτέρα γένοιτ' ἂν ἡμῖν καὶ ἡ τῶν λοιπῶν εὕρεσις. Μηδὲ, ὅτι χειροτέχνης εἶ, ἀλλοτρίαν τὴν μελέτην ταύτην εἶναι νόμιζε. Καὶ γὰρ Παῦλος σκηνοποιὸς ἦν, ἀλλὰ καὶ πολλῆς ἐνεπλήσθη τότε χάριτος, φησὶ, κἀκεῖθεν ἅπαντα ἐφθέγγετο. Ἀλλὰ καὶ πρὸ τῆς χάριτος παρὰ τοὺς πόδας Γαμαλιήλου ἦν· καὶ τὴν χάριν δὲ διὰ τοῦτο ἔλαβεν, ἐπειδὴ γνώμην ἀξίαν τῆς χάριτος ἐπεδείξατο, καὶ μετὰ ταῦτα πάλιν τὴν τέχνην μετεχεί 61.47 ριζε. Μηδεὶς τοίνυν αἰσχυνέσθω τῶν τὴν τέχνην ἐχόντων, ἀλλ' οἱ εἰκῆ τρεφόμενοι καὶ ἀργοῦντες, οἱ διακόνοις κεχρημένοι πολλοῖς καὶ ἀφάτου θεραπείας ἀπολαύοντες. Τὸ γὰρ διαπαντὸς ἐργαζόμενον τρέφεσθαι, φιλοσοφίας εἶδός ἐστι· τούτων αἱ ψυχαὶ καθαρώτεραι, τούτων αἱ διάνοιαι εὐτονώτεραι. Ὁ γὰρ ἀργῶν πολλὰ εἰκῆ μᾶλλον φθέγγεται, καὶ πολλὰ εἰκῆ πράσσει, καὶ ἐργάζεται δι' ὅλης ἡμέρας οὐδὲν, πολλῆς νάρκης ἐμπεπλησμένος· ὁ δὲ ἐν ἐργασίᾳ ὢν οὐδὲν ταχέως περιττὸν παραδέξεται οὔτε ἐν ἔργοις οὔτε ἐν λόγοις οὔτε ἐν ἐννοίαις· ὅλη γὰρ διόλου συντέταται πρὸς τὸν ἐπίπονον βίον ἡ ψυχή. Μὴ τοίνυν καταφρονῶμεν τῶν ἀπὸ τῶν χειρῶν τρεφομένων, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς μακαρίζωμεν διὰ τοῦτο. Ποία γάρ σοι χάρις, εἰπέ μοι, ὅταν τὸν κλῆρον παρὰ τοῦ πατρὸς δεξάμενος, μηδὲν πράττων διατελῇς, ἀλλὰ ἀναλώσῃς πάντα ἐκεῖνα εἰκῆ; Οὐκ