ἅγιοι προφῆται καὶ πατρι άρχαι, ὧν υἱοὶ οἱ ἅγιοι ἀπόστολοι· διὰ τὸ ἐπὶ μόνῳ Θεῷ τὸ κέρας καὶ τὴν ἰσχὺν ἔχειν. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Αὐ τὴν τὴν ἐπαγγελίαν σημαίνει, ἣν τοῖς ἁγίοις ἐπηγγείλατο λέγων· Καὶ ἐὰν ἐν μέσῳ πυρὸς διέλθῃς, πῦρ οὐ κατακαύσει σε. Φωνὴ Κυρίου συσσείοντος ἔρημον. Τὸ, συσσείων ἐνταῦθα εἴρηται ἐπὶ τοῦ ἐξακούστου πάλιν, ὡς τὸ, Εἰσελθόντος τοῦ Ἰησοῦ, ἐσείσθη πᾶσα ἡ πόλις. Ἔρημον δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν λέγει, τὴν πάλαι ἔρημον οὖσαν τῆς τοῦ Θεοῦ γνώσεως. Καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Κάδης ἁγία ἑρμηνεύεται. Ἁγία δὲ ἡ Χριστοῦ Ἐκκλησία νοεῖται Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς. Ἔλαφοι μὲν οἱ ἅγιοι· καταρτιζομένη δὲ ἀντὶ τοῦ, εὐτρεπίζοντος. Αὐτὸς γὰρ τοὺς ἁγίους ἀποστόλους εὐτρεπίσας ἐξέπεμψε, κατὰ τὸ, Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη. ∆ρυ μοὺς τὴν Ἐκκλησίαν ἀποκαλεῖ, διὰ τὸ πάλαι ξύλων ἀκάρπων εἶναι μητέρα. [Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ὁ Κύριος, τοὺς ἁγίους ἀποστόλους εὐτρεπίσας ἐξ έπεμψεν, ὥστε τοὺς δαίμονας ἀποσοβῆσαι, καὶ τὰ ἔθνη εἰς ἐπίγνωσιν Θεοῦ ἀγαγεῖν.] Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ. Κατακλυ σμὸν τὸ πλῆθος τῶν πιστευσάντων λέγει κατὰ τὸ εἰ ρημένον, ὅτι Ἡ σύμπασα γῆ ἐνεπλήσθη τοῦ γνῶ ναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θάλασ σαν. Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα· ὅμοιον τῷ, Ὅτι αὐτῷ κάμψει πᾶν γόνυ. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει. Ὅμοιον τῷ· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. Ὅμοιον τῷ, Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρή νην τὴν ἐμὴν ἀφίημι ὑμῖν. ΨΑΛΜΟΣ ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου εἰς τὸ τέλος τῷ ∆αυΐδ. ΚΘʹ. Ἐγκαινισμὸς τοῦ οἴκου ἐστὶν, ἤτοι τῆς Ἐκκλησίας, ἢ ὅτε τοῦ ἔξω ἀνθρώπου ἡμῶν φθειρομένου ὁ ἔσω ἀνακαινοῦται. Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν μετὰ τὸ ῥυσθῆναι τῆς ἁμαρ τίας, ὥσπερ ἀνακαινισθείσης αὐτοῦ τῆς ψυχῆς διὰ τῆς μετανοίας, ἣ καὶ οἶκος πάλαι τοῦ ἁγίου Πνεύματος. Ψάλλει δὲ καὶ ὑπὲρ τῆς ἀφέσεως, εὐ χαριστίας ἀνατιθεὶς, καὶ περὶ τῶν μελλόντων ἀσφαλῆ μένειν ἑαυτὸν εὐχόμενος, καὶ τοῖς ἄλλοις παρέχων διδασκαλίαν, εἴ ποτε ἄρα τι τοιοῦτον συμβῇ, εὐχὰς ἐπὶ τὸν Θεὸν ἀνατείνειν. Ὑψώσω σε, Κύριε, ὅτι ἐπέλαβές με ... Ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκ κον. Λάκκον τὸν ᾅδην φησίν. 27.156 Καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ Προσήκει, φησὶν, ἐπιτείνειν τοὺς ὕμνους, με μνημένους τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ. Οὐκ αὐτοῦ τοῦτο βουλομένου ποιεῖν· ἀλλ' ἑκάστῳ διὰ τῆς ἁμαρτίας ἑαυτῷ ταύτην ἐπεισάγοντος. Τὸ γὰρ αὐτοῦ θέλημα ζωή ἐστιν. Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός. Τὸ εὐκατόρθωτον τῆς μετανοίας διὰ τούτων σημαί νεται. Οὐδὲν γὰρ τοσοῦτον πλῆθος ἁμαρτιῶν, ὃ μὴ ταχέως ἡ μετάνοια εἰς ἀγαλλίασιν ἐκφέρει. Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Τὸ αἴτιον λέγει τῆς πτώσεως. Ἐπειδὴ μέγα, φησὶν, ἐν τῇ εὐημερίᾳ πεφρόνηκα, τούτου χά ριν τετάραγμαι. Γέγονε δέ μοι τοῦτο, οὐ σοῦ με προσωθήσαντος, ἀλλὰ ἀποστρέψαντος μόνον τὸ πρόσ ωπον. Ἐπειδὴ τοίνυν ἄνευ τῆς ἰσχύος τῆς σῆς οὐδὲ στῆναι δυνάμεθα, τὸ σὸν πάλιν ἐπιτελῶν θέλημα, τὸ κάλλος μου τῆς ψυχῆς διαλάμπειν παρασκεύασον. Τοῦτο καὶ ὁ Ἀδὰμ ἤλπισεν ἐπὶ τοῦ παραδείσου πρὸ τῆς ἀπάτης πολιτευόμενος, καὶ ὁ Ἐζεκίας νενικηκὼς τὸν Ἀσσύριον, καὶ διδάσκει τοῦτο σαφῶς τῶν Παρα λειπομένων ἡ βίβλος, ὑψωθῆναι λέγουσα τὴν καρδίαν Ἐζεκίου τοῦ βασιλέως. Πρὸς σὲ, Κύριε, κεκράξομαι ... Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς δια φθοράν; ∆έομαι, φησὶν, ἀναχθῆναι ἐκ τοῦ λάκκου, ἐπειδὴ οὐκ ἐξομολογεῖταί σοι χοῦς. Ἐν δὲ τῷ κατα βῆναί με εἰς διαφθορὰν οὔτε μία τις ὠφέλεια οὔτε ἐμοὶ, οὔτε ἑτέροις. Ἐγώ τε γὰρ ἀπεστερούμην τῆς παρὰ σοῦ ζωῆς· ἄλλοι δὲ οὐδαμῶς ἐτύγχανον τῆς παρ' ἐμοῦ σωτηρίας. Ἐν δὲ τῷ εἰσακοῦσαί σε τῆς φωνῆς, καὶ μεταβαλεῖν τὸν κοπετὸν εἰς χαρὰν, καὶ περιζῶσαί με εὐφροσύνην, οὐχ ἡ τυχοῦσά μοι
31