34
βασιλεὺς προσεκαρτέρει τοῖς τοῦ Ὀστροβοῦ τόποις καὶ ἐβαρυθύμει ἐφ' ᾧ μὴ πέφθακεν ἄξιόν τι ἐργάσασθαι. ἠγανάκτει δὲ καὶ τὸ στράτευμα· ὁ καιρὸς γὰρ ἦν χειμέριος, ἐσπάνιζον δὲ καὶ τῶν χρειωδῶν. ἀλλ' ὁ βασιλεὺς τὸ τοιοῦτον τεθεράπευκεν· ἀπὸ Βερροίας γὰρ ἡμιόνοις καὶ καμήλοις τὰ χρειώδη διεκόμιζεν ἐν τῷ στρατοπέδῳ. οὑτωσὶ δὲ διατεθειμένου τοῦ βασιλέως παρ' ἐλπίδας ἐπιφοιτᾷ τῷ βασιλεῖ πρόσφυξ ὁ ἀπὸ Καστορίας Γλαβᾶς καὶ συνεχῶς ὁ Πετραλίφας Θεόδωρος ὁ ἐπὶ θυ γατρὶ γαμβρὸς τοῦ Τορνίκη ∆ημητρίου τοῦ Κομνηνοῦ, ὃς τὰ κοινὰ συνδιέπων ἦν τῷ βασιλεῖ Ἰωάννῃ, πάνυ παρ' αὐτοῦ φιλούμενος καὶ τιμώμενος· ἀδελφὸν γὰρ αὐτὸν ἐν τοῖς γράμμασιν ἀπεκάλει. ἐξ ἀνθρώπων δὲ πρὸ καιροῦ γέγονεν. οἰκονόμος οὖν τῶν κοινῶν οὐκ ἦν ἐν τιμῇ καὶ ὀφφικίου ὀνόματι γνωριζόμενος, τοῖς τυχοῦσι δὲ ἐχρῆτο εἰς ὑπηρεσίαν ὁ βασιλεὺς καὶ γραμματικοῖς ἀνωνύμοις, τῷ Μεσποταμίτῃ Ἰωσὴφ καὶ τῷ ἐξυπηρετήσαντι αὐτῷ Νικηφόρῳ τῷ Ἀλυάτῃ, ἐν δὲ τοῖς ἐλλογιμωτέροις γράμμασι καὶ ἀξίοις σπουδῆς τῷ Μακρωτῷ Ἰωάννῃ καὶ ἐμοί. Ὁ μὲν οὖν ῥηθεὶς Πετραλίφας τοῦ Μιχαὴλ γυναικάδελ φος ὤν, ἐπεὶ προσέλθοι τῷ βασιλεῖ, πολλῆς εὐθυμίας αὐ τόν τε τὸν βασιλέα καὶ τὰ στρατεύματα ἔπλησεν· εὐθὺς γὰρ ἡ Καστορία καὶ ἡ περὶ αὐτὴν ἅπασα χώρα προσερρύη τῷ βασιλεῖ, καὶ αἱ ∆εαβόλεις δέ, ἥ τε μικρὰ καὶ μεγάλη, τοῦ βασιλέως ἐγένοντο. καὶ ὁ ἀπὸ τοῦ Ἀλβάνου δὲ Γουλάμος, ἐπεὶ πρὸς τὰ τῆς Καστορίας συνδιῆγε μετὰ τοῦ ἐξ Ἀλβά νου στρατοῦ μέρη, σύζυγον ἔχων τῆς βασιλίδος Εἰρήνης αὐ τανεψιὰν πρωτεξαδέλφης αὐτῆς θυγατέρα, λόγοις μειλιχίοις καὶ γράμμασιν ὑποσχέσεων τῶν ὑπὸ τοῦ βασιλέως θελχθεὶς προσῄει τῷ βασιλεῖ. φιλοφρόνως γοῦν τοὺς τοιούτους πάν τας ὁ βασιλεὺς δεξάμενος πρεπόντως ἐφιλοτιμήσατο. ταῦτα γνοὺς Μιχαὴλ ὁ δεσπότης καὶ ἐν στενῷ κομιδῇ βλέπων τὰ περὶ αὐτὸν τυγχάνοντα πράγματα, κατὰ ῥοῦν δὲ χωροῦντα τῷ βασιλεῖ, πρεσβείαν πρὸς τὸν βασιλέα ἐστείλατο διά τε τοῦ μητροπολίτου Ναυπάκτου τοῦ Ξηροῦ καὶ τοῦ ἐπ' ἀδελφῇ γαμβροῦ αὐτοῦ τοῦ Μαλιασηνοῦ καὶ τοῦ Λαμπέτη, οἳ καὶ εἰς λόγους συνελθόντες τῷ βασιλεῖ ξυμβιβάσεις πεποίηνται. καὶ ἀπέλυσε μὲν πρὸς τὸν βασιλέα ὁ Μιχαὴλ τὸ ἄστυ τὸν Πρίλαπον καὶ τὸν Βελεσσὸν καὶ τὸ ἐν τῷ Ἀλβάνῳ φρούριον τὰς Κρόας, καὶ προέβησαν πρὸς τοῦ βασιλέως ἔγγραφοι ὅρκοι, καὶ ἀπεστάλησαν πρὸς αὐτὸν καὶ πρέσβεις, ὅ τε Φιλαδελφείας Φωκᾶς καὶ ὁ τῆς αὐλῆς πριμ μικήριος Ἰσαάκιος ὁ ∆ούκας, ὃν καὶ Μούρτζουφλον ἀπε κάλουν, καὶ ὁ Ὑαλέας Μιχαὴλ καὶ αὐτὸς ἐγώ. ἀπῄειμεν οὖν πρὸς τὸν Μιχαήλ, καὶ εὕρομεν τοῦτον ἐν τῇ Λαρίσσῃ, καὶ πεπληρώκαμεν τὰς σπονδάς. καὶ λαβόντες τὸν υἱὸν αὐτοῦ Νικηφόρον, ὃν καὶ δεσπότην ὁ βασιλεὺς διὰ τὴν αὐτοῦ ἐγγόνην τετίμηκεν, ἀλλὰ μὴν καὶ τὸν τοῦ Μιχαὴλ θεῖον τὸν Ἄγγελον Θεόδωρον δεσμώτην, πρὸς τὸν βασιλέα ἐπανεζεύξαμεν ἐν τοῖς Βοδηνοῖς σκηνούμενον. καὶ οὕτω μὲν ἐγεγόνει ταῦτα, καὶ εἰς τοιοῦτον τέλος κατηντήκει τὰ πράγματα. παραχειμάσας οὖν ἐν τοῖς Βοδηνοῖς ὁ βασιλεὺς ἦρος ὥρᾳ, ἐπεὶ καὶ τὴν ἀναστάσιμον ἑωρτάκει ἡμέραν, τὰ στρατόπεδα αὐτοῦ που καταλελοιπὼς καὶ εἰς ἡγεμόνας αὐ τῶν τάξας τόν τε πρωτοβεστιάριον Ἀλέξιον τὸν Ῥαούλ, γαμβρὸν ὄντα ἐπ' ἀδελφόπαιδι τοῦ βασιλέως, καὶ τὸν Κομνηνὸν Μιχαὴλ τὸν Παλαιολόγον, μετὰ μετρίου στρατεύ ματος εἰς θέαν τῶν προσφάτως ἐπιγεγενημένων τούτῳ χώ ρων ἀφίκετο. καὶ ἀπῆλθε μὲν εἰς Ἀχρίδα, ἐπιδεδημήκει δὲ εἰς ∆εάβολιν κἀκεῖθεν εἰς Καστορίαν. καὶ τῇ τῆς ὀπώρας ὥρᾳ συσκευασάμενος τὰ στρατεύματα τῆς εἰς ἕω φερούσης ἐφήψατο.
50 Παραμείψας γοῦν τὴν Θεσσαλονίκην καὶ τὴν Βισαλτίαν διαβάς, ἐς Φιλίππους ἐπήξατο τὴν σκηνὴν λόγου πέρι, ὡς ἐδόκει τούτῳ, οὐχὶ σμικροῦ. ὁ γὰρ ἐκ τοῦ Μελενίκου Μαγκλαβίτης Νικόλαος κατεῖπε πρὸς τὸν βασιλέα τοῦ Παλαιολόγου Μιχαὴλ τοῦ προρρηθέντος υἱοῦ τοῦ με γάλου δομεστίκου, ὅτε ἦν ἐν τοῖς Βοδηνοῖς· ἐπεὶ δὲ οὐκ ἦν καιρὸς τοιούτων πραγμάτων ἐρεύνης ἀλλ' ἐκστρατείας καὶ μάχης,