Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε. Ἀφ' ὧν ἐδέξατο πεποιθὼς, καὶ τοὺς ἄλλους εἰς τοῦτο ἀνάγει. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσ ήκουσεν αὐτόν. Μάθετε, φησὶν, ἐκ τῶν κατ' ἐμὲ θαῤῥεῖν τῷ τῶν ὅλων Θεῷ. Εὐτελῆ γὰρ ὄντα με καὶ προβατέα τῆς οἰκείας προμηθείας ἠξίωσε, καὶ κρείτ τονα τῶν πολεμούντων ἀπέφηνε. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβου μένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Τοῦτο συμφωνεῖ καὶ τοῦ Ἀποστόλου τοῖς ῥήμασι· περὶ γὰρ τῶν ἀγ γέλων οὗτός φησιν· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς λειτουργίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Οὕτω καὶ ὁ μακάριος Ἰακὼβ προσευχόμενός φησιν· Ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ πάντων τῶν κακῶν μου. Οὕτω καὶ ὁ πατριάρχης Ἀβραὰμ πρὸς τὸν θαυμάσιον οἰκέτην ἔφη· Κύριος ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν. Οὕτω καὶ ὁ μακάριος λέγει Ζαχαρίας· Ὁ ἄγγελος ὁ λαλῶν ἐμοί. Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Τοῦ ἀληθινοῦ ἄρτου, φησὶ, γεύσασθε, τοῦ καταβάντος ἐξ οὐρανοῦ. Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ' αὐτόν· ἕξει γὰρ τὴν μέλλουσαν ζωήν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν. ∆ηλονότι ὁ τῶν Ἰουδαίων λαός. Οἱ δὲ ἐκζητοῦντες τὸν Κύ ριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Τὸν ἕτερον λέγει τὸν τῶν ἐθνῶν. ∆εῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου δι δάξω ὑμᾶς ... καὶ χείλη σου τοῦ μὴ λαλῆ σαι δόλον. ∆ιδασκαλίαν ἐθνῶν παρατίθεται, ἧς πρῶτον τὸν φόβον τοῦ Θεοῦ εἶναί φησι· δεύτερον τὸ 27.169 μὴ καταλαλεῖν ἀδελφοῦ· τρίτον, δόλου παντὸς παύειν τὰ χείλη· τέταρτον, ἀποχὴν παντὸς κακοῦ καὶ ἐπιτή δευσιν ἀγαθοῦ ἐν ἅπασιν. Ἐφ' ἅπασιν δὲ τούτοις. εἰρήνην ἐπιδιώκειν καὶ ἀντέχεσθαι αὐτῆς. Εἰρήνη δὲ ὁ Χριστός. Τούτων δὲ τὴν ἐπιτήδευσιν ζωὴν εἶναι λέγει καὶ ἡμέρας ἀγαθάς. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Τὸ, ἔκκλινον ἀπὸ κακοῦ, ὁ φόβος διδάσκει· τὸ δὲ, ποίησον ἀγα θὸν, ἡ ἀγάπη. ∆ιὸ μείζων ὁ ἀγαπῶν τοῦ φοβουμένου. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Μέγαν τῇ ἐπιτηδεύσει τῆς ἀρε τῆς ἀποδέδωκε μισθὸν, τὸ ἐπόπτην ἔχειν Θεόν. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν. Ὀστᾶ φησι τὰς τῆς ψυχῆς δυνάμεις. Αὐτὰ δέ εἰσι δικαιοσύ νη, καρτερία, εὐσέβεια καὶ πᾶσα, ὡς εἰπεῖν, ἀρετή. Θάνατος ἁμαρτωλῶν πονηρός. Τὸν τῆς ψυχῆς θάνατόν φησιν, ὃν καὶ διαδέξεται πῦρ αἰώνιον, σκό τος ἐξώτερον, ἀκοίμητος σκώληξ, κλαυθμὸς καὶ ὀδυρμὸς τῶν ὀδόντων. Γέεννα γὰρ αὐτοὺς καὶ σκότος διαδέχεται. ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. Λ∆ʹ. Ὑπόθεσις. Ἐκ προσώπου τοῦ πεποιθότος ἐπὶ Θεὸν καὶ πολεμου μένου ὑπὸ τῶν ἀφανῶν δυνάμεων τὰ προκείμενα λέγεται, ἢ καὶ ἐκ τοῦ χοροῦ τῶν ἀποστόλων. Εἰσάγεται δὲ καὶ πρόσωπον τοῦ Χριστοῦ, τὰ ἐπὶ τῷ πάθει παρὰ τῶν Ἰουδαίων εἰς αὐτὸν γεγενημένα διηγουμένου, πρὸς ὑπομονὴν καὶ καρτερίαν τῶν πολεμουμένων διὰ Θεόν. ∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμη σον τοὺς πολεμοῦντάς με. Τῷ προσώπῳ τῶν ἀποστόλων ἁρμόσει ἡ πρόσοδος. Τοὺς Ἰουδαίους φησὶν, οἳ μὴ ἔχοντες ἐν ἑαυτοῖς εἰρήνην, πολέμους ἔχουσι, καὶ πολεμοῦσι Χριστὸν, ὅς ἐστιν εἰρήνη ἡμῶν. (Hactenus Graeca.) Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. Ὅπλον καὶ θυρεὸν καὶ ῥομφαίαν τιμωρητικὰς δυνάμεις αἰνίττεται, τὰς ἐκπεμπομένας παρὰ Κυρίου πρὸς ἐπικουρίαν τῶν δικαίων. Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ. Τοῦτό σε, φησὶν, αἰτῶ εἰπεῖν τῇ ψυχῇ μου, ὡς γε νήσῃ αὐτῇ βοηθός. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω. Εὐεργετοῦνται οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἐπιστραφῶσιν. Ἐλθέτω αὐτῷ ἡ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα ἣν ἔκρυψεν συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. Ἀντεστράφη γὰρ εἰς κε φαλὰς πονηρῶν ἡ παγίς. Θηρεύσαντες γὰρ, εἰς θάνατον ἀντηγρεύθησαν, καὶ θανάτῳ
36