παραδίδονται. Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ. Οἱ μὲν οὖν τὴν πάγην ἐξηρτυκότες, καὶ τὸ τῆς δια φθορᾶς κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συνθέντες σκευώρημα, τὰς τῆς εἰς αὐτὸν παροινίας 27.172 εἰσπραχθήσονται δίκας, κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους· ἡ δέ γε ἐμὴ ψυχὴ, φησὶν, ἔξω παντὸς ἔσται δεινοῦ διηνεκές· ἤγουν ἀκατάληκτον ἔχουσα τὸ χαίρειν ἐπὶ Θεῷ, καὶ κατευφραίνεσθαι λίαν ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγί νωσκον ἠρώτων με. Ἐντεῦθεν εἰσάγεται τὸ τοῦ Χριστοῦ πρόσωπον παρὰ τῇ κρίσει τῶν ἀρχιερέων συκοφαντουμένου. Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. Τοῦτό φησι, διὰ τὸ ἀν αξίους αὐτοὺς ὀφθῆναι τοῦ κληθῆναι τέκνα Θεοῦ· ὅπερ μάλιστα ἐγνώριζεν αὐτὸς κατὰ τὸ, Ποσάκις ἠθέλη σα ἐπισυνάγειν τὰ τέκνα σου! Ἐγὼ δὲ, ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐν εδυόμην σάκκον. Ἐπένθει γὰρ αὐτῶν τὴν ἀπώλειαν, ὡς καὶ λυπεῖσθαι, καὶ ἀδημονεῖν, καὶ δακρύειν, καὶ προσεύχεσθαι ὑπὲρ τῆς ἁμαρτίας αὐτῶν. Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. Βε βαιῶν τὴν ἐνανθρώπησιν, καὶ νηστείας οὐκ ἀπέσχετο. Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφή σεται. Τοῦτο σημαντικὸν εἴη τοῦ ἐναπομεῖναι ἐκεί νους τῇ ἁμαρτίᾳ. Οὐδὲν γὰρ ὠφελήθησαν, φησὶ, τῇ ὑπερβολῇ τῆς ἀγνοίας, τὴν προσευχὴν ὥσπερ ἐπανα κάμψαι ποιήσαντες. Ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐ ηρέστουν. Ὥσπερ ἀδελφὸν, φησὶ, καὶ φίλον, οὕτως ἐσπούδαζον εὐεργετεῖν αὐτοὺς, βουλόμενος θερα πεύειν· διὸ καὶ ἐπένθουν ὑπὲρ αὐτῶν. Καὶ κατ' ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν. Ταῦτά μοι, φησὶ, τῆς ὑπὲρ αὐτῶν ὀδύνης ἀπεδίδουν τὰ ὀψόνια. Συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. Μαστίζοντές με, φησὶ, οὐκ ἐγίνωσκον οὐδὲ εὕρισκον αἰτίαν οὐδεμίαν κατ' ἐμοῦ. ∆ιεσχίσθησαν, καὶ οὐ κατενύγησαν. Ἐμερίσθη γὰρ τὸ πλῆθος, ὡς ὁ εὐαγγελιστής φησι, τῶν μὲν ἀγαθὸν εἶναι λεγόντων, τῶν δὲ πονηρόν. Καὶ τούτων γινομένων, φησὶν, οὐ κατενύγησαν, οὐδὲ συνῆκαν κατὰ τίνος αἱ πράξεις. Τοῦτο δὲ οὐκ ἐγκαλῶν εἶπεν, ἀλλὰ ποθῶν τὴν βοήθειαν. Πότε, φησὶν, ἐπιφαίνῃ καὶ ἐπ αμυνεῖς ἀδικουμένῳ; Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κα κουργίας αὐτῶν. Πάντα ὅσα πάσχει ἢ λέγει, ὑπὲρ τῆς ἡμετέρας σωτηρίας ποιεῖ, διὰ τὸ κατελθεῖν αὐ τὸν, ἤγουν τὸν Χριστὸν, καὶ σαρκωθῆναι ἐξ ἡμῶν. Ἀπὸ λεόντων τὴν μονογενῆ μου. Λέοντάς φησι ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, αἳ μόνον οὐ χὶ κατεβρυχήσαντο τοῦ Χριστοῦ, ἢ τάχα που καὶ αὐ τοὺς τοὺς τῶν Ἰουδαίων καθηγητάς. Οὕτω γὰρ αὐτῶν διαμνημονεύει λέγων διὰ φωνῆς Ἱερεμίας· Ἐγενήθη ἡ κληρονομία μου ὡς λέων ἐν δρυμῷ· διὰ τοῦτο ἐμίσησα αὐτήν. Μονογενῆ μὲν τὴν ἑαυτοῦ ψυχὴν ὀνομάζει, τὸ μονογενὲς τιθεὶς ἀντὶ τοῦ ἠγαπημέ νην. Ἀεὶ γάρ πώς ἐστιν ἐν ἀγάπῃ πλείστῃ τὸ μονο γενὲς ἐν τέκνοις. 27.173 Οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλ μοῖς. Ἀντὶ τοῦ, συντιθέντες δόλους. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο. Τὸ, ∆ιδάσκαλε ἀγαθέ· καὶ, Ὅτι οἴδαμεν ὅτι τὴν ἀλήθειαν διδάσκεις, καὶ ὅτι οὐ λαμβάνεις πρόσωπον ἀνθρώπου. Καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν. Τὰς βλασφημίας τὰς ἐπὶ τῷ σταυρῷ γινομένας φησίν. Εἶπον· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Ὡς κατ' εὐχὴν αὐτοῖς τοῦ πέρατος ἐκβεβηκότος, τὸ κρε μασθῆναι αὐτὸν ἐπὶ τοῦ ξύλου. Τοῦτο δὲ ποιοῦσι καὶ οἱ ἐπαγαλλόμενοι τῇ θλίψει τοῦ δικαίου. Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Ἄνθρωπος γενόμενος ὁ μονογε νὴς τοῦ Θεοῦ Λόγος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς, αἰτεῖ ὑπὲρ τῆς εἰς ἡμᾶς ἀδικίας γενομένης ὑπὸ τῶν δαιμόνων δικαστὴν γενόμενον τὸν Πατέρα, αἰτεῖ ἀπο σκορπίσαι τῶν ὑπερηφάνων τὴν ὕβριν. Οὕτω γὰρ οἱ μὲν εἰς αἰσχύνην ἀποστραφήσονται, φησὶν, οἱ δὲ ἀγαλ λιάσαιντο, τὰς ἐπὶ τῇ σωτηρίᾳ ἀνατιθέντες εὐχαρι στίας. Εἰς τέλος τῷ δούλῳ Κυρίου τῷ ∆αυΐδ.
37