38
ἄγγελος κυρίου 1.106 στειρευούσῃ τῇ γυναικὶ Μανωέ, καὶ ἐπαγγέλλεται αὐτῇ τὴν σύλ ληψιν Σαμψών. ἀνδρωθέντος δὲ Σαμψών, ἔθετο τὴν καρδίαν αὐτοῦ ἐν ἐπιθυμίᾳ γυναικὸς ἀλλοφύλου. ἐκώλυε δὲ αὐτὸν Μανωὲ καὶ ἡ μήτηρ αὐτοῦ, μὴ εἰδότες ὡς γνώμῃ θεοῦ γέγονεν αὐτῷ τοῦτο ἐπὶ ἀφανισμῷ τῶν ἀλλοφύλων. χλευασθεὶς δὲ Σαμψὼν ὑπὸ τῆς γυναικὸς αὐτοῦ ἐν τῷ προβλήματι ὃ εἶπεν, "ἐκ στόματος ἔσθοντος ἐξῆλθε βρῶσις καὶ ἀπὸ ἰσχυροῦ γλυκύ," ἀπέστη ἀπ' αὐτῆς εἰπούσης "τί ἰσχυρότερον λέοντος, καὶ τί γλυκύτερον μέλι τος;" καὶ ὁ πατὴρ αὐτῆς ἐξέδοτο αὐτὴν ἀνδρὶ ἑτέρῳ. καὶ διὰ τοῦτο ὀργίζεται Σαμψὼν μᾶλλον τοῖς ἀλλοφύλοις, καὶ ἐμπιπρᾷ τὰς χώρας αὐτῶν διὰ τῶν χιλίων ἀλωπέκων. οἱ δὲ ἀλλόφυλοι κατέ καυσαν τὴν γυναῖκα Σαμψὼν καὶ τοὺς γονεῖς αὐτῆς, καὶ πάντα τὸν οἶκον αὐτῶν ἐξωλόθρευσαν ἐν πυρί, ὅτι δι' αὐτοὺς τοιαῦτα συνέβη αὐτοῖς. εἶτα συνέβη αὐτῷ τὰ περὶ τὴν γυναῖκα τὴν οὖσαν ἐν τῇ πόλει τῶν ἀλλοφύλων, ὅτε καὶ τὰς πύλας τῆς πόλεως ἀνή νεγκεν ἐπὶ τῶν ὤμων ἐν τῷ ὄρει. ὡσαύτως δὲ καὶ τὰ περὶ τὴν ∆αλιδᾶν. κρίνει δὲ τὸν λαὸν ἔτη εἴκοσι. καὶ μετὰ τὸ ξυρηθῆναι ὑπὸ τῶν ἀλλοφύλων καὶ ἐκτυφλωθῆναι, ἀναφυεισῶν αὖθις τῶν τριχῶν αὐτοῦ, κατέσεισε τὴν τῶν ἀλλοφύλων πόλιν, κατα στρέψας αὐτήν, ἐν ᾗ καὶ αὐτὸς συναπέθανε, τότε φονεύσας πλείους ἀλλοφύλους ἢ ἔτι ζῶν. καὶ μετὰ τοῦτον Μιχὰ ὁ ἐκ τῆς φυλῆς Ἐφραῒμ τοὺς ρλʹ ἀργυρίου σταθμοὺς δέδωκε τῇ μητρὶ αὐ τοῦ. ἡ δὲ ἡγίασε τὸ ἀργύριον τῷ κυρίῳ, καὶ ἐποίησε γλυπτὸν 1.107 καὶ χωνευτόν, καὶ ἐτέθη ἐν τῷ οἴκῳ Μιχά, καὶ ὁ οἶκος Μιχὰ ὡς οἶκος θεοῦ. ἐποίησε δὲ καὶ ἐφοὺδ καὶ σεραφίμ, καὶ προσεκαλέ σατο Λευίτην εἰς ἱερέα, καὶ ἦν πράττων ἐπ' ὀνόματι τοῦ θεοῦ κατὰ τὸ πρόσταγμα αὐτοῦ· οὐ γὰρ ἦν τότε βασιλεὺς ἐν Ἰσραήλ, ἀλλ' ἕκαστος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. ἔστι δὲ τὸ ἐφοὺδ καὶ τὸ σεραφὶμ ἔνδυμα καὶ μορφώματα. λέγει δὲ πεποιῆ σθαι ὑπὸ τοῦ Μιχὰ ἐπωμίδα καὶ πρόσωπον, ἔνδυμα ἱερατικὸν καὶ εἴδωλα. κατὰ τοῦτον τὸν καιρὸν συνέβη τὰ περὶ τὸν Λευὶ καὶ τὴν παλλακὴν αὐτοῦ, καὶ ὡς ἐξετρίβη ἡ φυλὴ Βενιαμίν. Μετὰ δὲ Σαμψὼν ἡγήσατο τοῦ λαοῦ Σαμανῆ ἔτος ἕν. ἐν τούτοις τοῖς χρόνοις τῆς ἱεραρχίας εἰρήνην ἔσχεν ὁ λαὸς πρὸς τοὺς ἀλλοφύλους ἔτη λʹ. καὶ μετὰ τοῦτο ἦρξε τοῦ λαοῦ Ἠλεὶ ὁ ἱερεὺς ἔτη κʹ. λιμοῦ δὲ γενομένου πολλοὶ τῶν Ἑβραίων μετανάσται γε γόνασι· μεθ' ὧν καὶ Ἐλιμέλεχ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Νοεμὶν ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτῶν. καὶ κατῆλθον εἰς τὰς πόλεις Μωάβ, καὶ ἔλαβον τοῖς υἱοῖς αὐτῶν γυναῖκας Μωαβίτιδας ἀλλο φύλους. ἐτελεύτησε δὲ ἐκεῖ Ἐλιμέλεχ καὶ οἱ δύο υἱοὶ αὐτοῦ, καὶ κατελείφθη Νοεμὶν σὺν ταῖς νύμφαις αὐτῆς. ἡνίκα δὲ ἐξῆρε κύριος τὸν λιμὸν ἐξ Ἰσραήλ, ἀνῆλθε Νοεμὶν πρὸς τὴν φυλὴν αὐ τῆς, οὐ κατέλιπε δὲ αὐτὴν Ῥοὺθ ἡ νύμφη αὐτῆς· καὶ συνεργίᾳ θεοῦ καὶ παραινέσει Νοεμὶν συνάπτεται Ῥοὺθ τῷ Βοὸζ ὡς ἀγχι στεύοντι τῷ Ἐλιμέλεχ. ἐξ ἧς ἔσχεν υἱὸν τὸν Ὠβήδ, οὗ υἱὸς Ἰεσσαὶ ὁ πατὴρ ∆αυίδ. κατάγεται δὲ Βοὸζ ἐξ Ἰούδα καὶ Θάμαρ 1.108 τῆς ἀλλοφύλου, ἐξ ὧν Φαρὲς καὶ καθεξῆς, ὡς ἡ γενεαλογία φέρει. Ὅτι ἐν τῷ ἔτει Σαμψὼν * ἕβδομος ἀρχιερεὺς κατέστη ὁ Ἠλεί, ὃς καὶ ἔκρινε τὸν Ἰσραὴλ πεντήκοντα ἐτῶν γενόμενος ἕτερα ἔτη μʹ. ἐν δὲ τῷ τετάρτῳ ἔτει τῆς ἱερατείας Ἠλεὶ ἐγεννήθη ὁ προφήτης Σαμουήλ, καὶ τῷ ὀγδόῳ ἔτει ἐδόθη ἐν τῷ ναῷ, καὶ τῷ ληʹ ἔτει ἤρξατο κρίνειν τὸν Ἰσραήλ, καὶ τῷ οʹ ἐτελεύτησεν, ἱερατεύσας λεʹ ἔτη. Καὶ ταῦτα μὲν ἀπὸ τῆς τῶν κριτῶν βίβλου, ὡς ἐν παρόδῳ κατ' ἐπιτομὴν ἐσημειωσάμεθα. ἔδοξε δέ μοι καὶ τὰς ἀναγκαιο τέρας ὑποθέσεις τῶν τε βασιλειῶν καὶ τῶν παραλειπομένων ἐν ἐπιτόμῳ ἀνατάξαι εἰς ἀνάμνησιν τῶν ἐντυγχανόντων ταύτῃ τῇ βίβλῳ. Ὁ Ἐλκανᾶς καὶ Ἄννα καὶ Φενάννα αἱ γυναῖκες αὐτοῦ ἀνήρχοντο ἐν Σηλὼμ θύειν κυρίῳ. καὶ τῇ Ἄννῃ οὐκ ἦν τέκνον. καὶ ᾐτήσατο Ἄννα κατωδύνως κυρίῳ τοῦ ἀνοιγῆναι αὐτῆς τὴν μήτραν καὶ τὸ τεχθὲν δοτὸν γενέσθαι αὐτῷ. καὶ ἔτεκε τὸν Σαμουήλ, καὶ προσήνεγκεν αὐτὸν τῇ σκηνῇ τοῦ θεοῦ. καὶ πάλιν ηὔξατο Ἠλεὶ ὑπὲρ αὐτῆς δοθῆναι αὐτῇ ἀντὶ Σαμουὴλ τέκνα, καὶ ἔτεκεν