τούτου ἐπέτυχον· εἶτα τοιαῦτα ἐννοῶν καὶ δεύτερα βουλευόμενος, θεωρῆσαι αὐτοὺς οὐκ ἴσχυσα· ἀλλ' οὐδὲ τὸν τόπον, ἐν ᾧ ἑστάναι ἐδόκουν, οὐκ ἠδυνάμην εὑρεῖν. Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἔστιν 27.184 ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Καὶ ἡ τιμωρία, φησὶ, τῶν πονηρῶν, καὶ τὸ ἐγκατάλειμμα, ἤτοι ἡ κληρονομία τῶν ἀγαθῶν, παρασκευαζέτω σε ἐπιτηδεύειν ἁπλότητα. ΨΑΛΜΟΣ τῷ ∆αυῒδ εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου. ΛΖʹ. Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν, ἀναμιμνήσκων ἑαυτὸν τῆς συνεχούσης ταλαιπωρίας, ἧς ὑπέμεινε διὰ τὴν ἁμαρτίαν. Ἀξιοῖ δὲ δι' ἑαυτοῦ τὸν Θεὸν, σαββα τισμοὺς αὐτῷ δοῦναι, ἤτοι ἀνάπαυσιν τῶν συμφορῶν. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. [Οἱ ταῖς κολάσεσι διακο νούμενοι δαίμονες, καὶ αἱ τιμωρητικαὶ δυνάμεις, τοῦ Θεοῦ ὀργὴ καὶ θυμὸς λέγονται. Ἱκετεύει οὖν μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι' ἀποστολῆς ἀγγέλων σκυθρωπῶν παιδευθῆναι, ἀλλὰ διὰ λόγων σωτηρίων.] Παιδεύει ἡμᾶς ὁ Κύριος, εἰς ἀνάμνησιν ἄγων τῆς ἀρετῆς. Ὁ δὲ ἅγιος οὐ τὸν ἔλεγχον ἢ τὴν παιδείαν παραιτεῖται, ἀλλὰ τὴν μετ' ὀργῆς καὶ θυμοῦ. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Βέλη τὰς τι μωρητικὰς δυνάμεις φησί. Καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Καθήψατό μου, φησὶν, ἡ χείρ σου, ὑπὲρ τῆς ἁμαρτίας παιδεύουσα. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσ ώπου τῆς ὀργῆς σου. Λελώβημαι τὴν σάρκα, ἐπενη νεγμένης μοι τῆς ὀργῆς. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἐξησθένησε, φησὶν, ἡ δύναμις τῆς ἐμῆς ψυχῆς· ἡ δὲ αἰτία τῆς ἀσθενείας, ἡ ἁμαρτία. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. Κατέκαμψέ με, φησὶν, τὸ βαρὺ τῆς ἁμαρτίας φορτίον. Ἀνιᾷ δέ με καὶ τῶν σεσηπότων ἐκείνων τραυμάτων ἡ δυσοσμία, ἃ, τὴν φρόνησιν ἀποβαλὼν, καὶ τῇ ἀφροσύνῃ δουλεύσας, εἰσεδεξάμην. Οὗ δὴ χάριν πάσης θυμηδίας ἐστερημένος, ἀσχάλλω καὶ ἀλύω διηνεκῶς, καὶ τῆς σκυθρωπότητος μεταβολὴν οὐχ εὑρίσκω. Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Βαρύτητα τὴν τῆς συνειδήσεως εἰς ἀπόγνωσιν ὤθησιν μετ' ἐπιτάσεώς φησιν. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶσα γὰρ ἁμαρτία μυσαρά τε καὶ δυσώδης· εἰ μὴ γὰρ εἰς ἀφρο σύνην καταπέσοι ἡ ψυχὴ, οὐκ ἂν ὑπομένοι τὴν ἁμαρ τίαν. Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσκομεν. Ὁποία τίς ἐστι, πλὴν ὅτι ἀπὸ ἀφροσύνης ἡμῖν συμ βαίνουσιν αἱ ἁμαρτίαι; Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ καὶ τερπο μένους. [Ἐταλαιπώρησα καὶ κατεκ., καὶ τὰ ἑξῆς. Βα ρύτητα τῆς συνειδήσεως ὡς εἰς ἀπόγνωσιν ὤθησιν. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμῶν. Ἐπειδήπερ φησὶν, ἐπὶ τὸ καταπαίζειν μου λοιπὸν τοὺς ἐχθρούς μου ἑώρων· τοὺς νοητοὺς δὲ λέγει.] Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. Ἐξ ἐκείνης, φησὶ, τῆς ἐπιθυμίας ἐτρύγησα τὸ κύπτειν 27.185 εἰς γῆν, καὶ διηνεκῶς ὀλοφύρεσθαι διὰ τὰς πικρὰς τῆς καρδίας ὀδύνας. Τούτου χάριν τῆς ἐπιθυμίας μεταβα λὼν τὴν ἐνέργειαν, ὑπουργὸν αὐτὴν κατέστησα τοῦ θείου βουλήματος. Τοῦτο γὰρ ἐπήγαγεν· Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Μαστίζων τὸ συνειδὸς, τὴν καρδίαν μου στεναγμοὺς ἀφιέναι ἐποίουν. Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Τῆς μετανοίας, φησὶν, ὁ πόθος στήτω ἐνώπιόν σου, ᾗ ἔχω ἐπιθυμίᾳ σωθῆναι βουλόμενος. Καὶ τίς ἡ ἐπιθυμία τοῦ Χριστοῦ; τὸ ὑπὲρ ἡμῶν ἐπιτελέσαι Πάσχα. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου. Τὸ διαλογιστικὸν καρδίαν φησί. Καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ. Τὸ φῶς τῶν ὀφθαλμῶν τὸ πνεῦμα τὸ ἐκλάμ πον τοῖς τῆς διανοίας αὐτοῦ ὄμμασιν. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. Ἐν τῷ πεπληγέναι με, φησὶν, ἀντέστησάν μοι. Ταῦτα δὲ λέγει διὰ τὸν Ἀβεσ σαλὼμ καὶ τὸν Ἀχιτόφελ. Καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Οἱ γὰρ συνυπουργοῦντες
41