οὐδὲ ἕν. Εἰ δὲ αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ Σοφία, ἐν ᾗ πάν τα γίνεται, οὐκ ἄρα τῶν ποιουμένων ἐστὶν, οὐδὲ ὅλως τῶν γενητῶν, ἀλλὰ τοῦ Πατρὸς γέννημα. Σκοπεῖτε γὰρ ὁπόσον ἔχει πτῶμα τὸ λέ γειν ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Λέγει που Σολο μὼν ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωρωμέ νῳ, ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν. Οὐκοῦν εἰ ποίημά ἐστιν ὁ Λόγος, ἀχθήσεται καθ' ὑμᾶς καὶ αὐτὸς εἰς κρίσιν; Καὶ ποῦ λοιπὸν ἡ κρίσις, κρι νομένου τοῦ κριτοῦ; τίς δὲ τοῖς μὲν δικαίοις τὰς εὐλογίας δώσει, τοῖς δὲ ἀναξίοις τὰς ἐπιτιμίας, ἑστηκότος τοῦ Κυρίου καθ' ὑμᾶς μετὰ πάντων ἐν κρίσει; Ποίῳ δὲ καὶ νόμῳ κριθήσεται αὐτὸς ὁ νομο θέτης; Ταῦτα τῶν ποιημάτων ἴδιά ἐστι, τὸ κρίνε σθαι, τὸ παρὰ τοῦ Υἱοῦ εὐλογεῖσθαι καὶ ἐπι τιμᾶσθαι. Φοβήθητε λοιπὸν τὸν κριτὴν, καὶ πείσθητε τῷ Σολομῶνι λέγοντι. Εἰ γὰρ σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν κρινομέ νων, ἀλλὰ καὶ μᾶλλον συμπάντων τῶν ποιημά των αὐτός ἐστιν ὁ κριτής· πῶς οὐ λαμπρότερον ἡλίου δείκνυται μὴ ποίημα ὢν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πα τρὸς Λόγος, ἐν ᾧ τὰ ποιήματα γίνεταί τε καὶ κρίνεται; Εἰ δ', ὅτι γέγραπται, πιστὸν ὄντα, πάλιν ταράττει αὐτοὺς νομίζοντας, ὡς ἐπὶ πάντων λέγε σθαι, καὶ ἐπ' αὐτοῦ τὸ, πιστὸν, ὅτι πιστεύων ἐκδέ 26.160 χεται τῆς πίστεως τὸν μισθόν· ὥρα καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν Μωσεῖ μὲν λέγοντι· Ὁ Θεὸς πιστὸς καὶ ἀληθινός· τῷ δὲ Παύλῳ γρά φοντι· Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρα σθῆναι ὑπὲρ ὃ δύνασθε. Ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ τοῦ Θεοῦ διενοοῦντο· ἀλλ' ἐγίνωσκον διπλοῦν εἶναι τὸν νοῦν ἐν τῇ Γραφῇ περὶ τοῦ πιστοῦ· τὸ μὲν ὡς πιστεῦον, τὸ δὲ, ὡς ἀξιό πιστον· καὶ τὸ μὲν ἐπ' ἀνθρώπων, τὸ δὲ ἐπὶ Θεοῦ ἁρμόζειν. Πιστὸς γοῦν ὁ Ἀβραὰμ, ὅτι τῷ λαλοῦντι πεπίστευκε Θεῷ, πιστὸς δὲ ὁ Θεὸς, ὅτι, καθ ὼς ψάλλει ∆αβὶδ, Πιστός ἐστιν ἐν πᾶσι τοῖς λό γοις αὑτοῦ ὁ Κύριος, καὶ ἀξιόπιστός ἐστι, καὶ ἀδύ νατόν ἐστιν, αὐτὸν ψεύσασθαι. Καὶ, Εἴ τίς ἐστι πιστὴ χήρας ἔχουσα, διὰ τὸ καλῶς πιστεύειν, πιστὴ καλεῖται. Πιστὸς δὲ ὁ Λόγος, ὅτι ὃ εἴρηκεν, ὀφείλει πιστεύεσθαι· ἀληθὲς γάρ ἐστι, καὶ οὐκ ἔστιν ἄλλως. Καὶ τὸ γεγράφθαι τοίνυν, Πιστὸν ὄντα τῷ ποι ήσαντι αὐτὸν, οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα· οὐδ' ὅτι πιστεύων, εὐάρεστος γέγονεν, ἀλλ' ὅτι Υἱὸς ὢν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι καὶ αὐτὸς ὀφεί λων πιστεύεσθαι, ἐν οἷς ἂν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων, καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρω πίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ. Οὕτως μὲν οὖν ἄν τις, πρὸς τὴν ἀναίδειαν αὐ τῶν χωρῶν, δύναται καὶ ἐκ μόνης τῆς, ἐποίησε, λέ ξεως, διελέγχειν αὐτοὺς πλανωμένους, καὶ νομίζοντας εἶναι ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Ἐπειδὴ δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ, δεικνύουσα τὴν, ἐποίησε, λέξιν, πότε καὶ πρὸς τί λεγομένη σημαίνεται· ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, καὶ τούτου τὸν καιρὸν καὶ τὴν χρείαν λάβοιμεν. Οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ Ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλ' ὅτε ὁ Λόγος σὰρξ ἐγένετο· οὕτω γὰρ γέγραπται· Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρ χιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Πότε οὖν ἀπεστάλη, ἢ 26.161 ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα; Πότε δὲ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν, ἢ ὅτε, προσ ενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν, ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα, καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτοῦ τῇ πίστει προσάγει καὶ προσφέρει τῷ Πατρὶ, λυτρού μενος πάντας, καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν Θεόν; Οὐ τὴν οὐσίαν ἄρα τοῦ Λόγου, οὐδὲ τὴν ἐκ τοῦ Πατρὸς φυσικὴν γέννησιν σημᾶναι θέλων ὁ Ἀπόστολος εἴρηκε, Πιστὸν ὄντα τῷ ποιή σαντι αὐτόν· μὴ γένοιτο! ποιῶν γάρ ἐστιν ὁ Λό γος, οὐ ποιούμενος αὐτός· ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν κα λῶς ἄν τις ἴδοι
42