42
Ῥοβοὰμ δὲ τῷ υἱῷ Σολομῶντος καταλιμπάνονται φυλαὶ δύο, ἡ 1.117 τοῦ Ἰούδα καὶ ἡ τοῦ Βενιαμίν· ἡ γὰρ Ἱερουσαλὴμ ἐν τῇ κληρουχίᾳ τῆς Βενιαμίτιδος φυλῆς κεῖται, καὶ διὰ τοῦτο συνήφθη τῇ φυλῇ Ἰούδα. Ὅτι τὰ πρῶτα παραπτώματα ἱστορεῖ ἡ γραφὴ Σολομῶντος καὶ τὰ κατορθώματα, ἀλλ' οὐχ ὡς παραπτώματα, ἐπεὶ φαίνεται καὶ πρὸ τῆς κτίσεως τοῦ ναοῦ καὶ μετὰ τὴν κτίσιν, ἔτι νέος ὤν, ἐν τοῖς ὑψηλοῖς θύων καὶ θυμιῶν καὶ γυναῖκας ἀλλοφύλους ἔχων παρανόμως. τέως δὲ ἐν πρώτοις ἡ ἱστορία τῆς γραφῆς οὐκ ἐγκα λεῖ αὐτῷ, οὐχ ὡς μὴ πράξαντος κακῶς τὰ πράγματα διηγουμένη. καὶ αὖθις οὐ πάντα τὰ ἐν τῷ ναῷ εὐαγῶς ἔπλασεν. Ὅτι δὶς ὤφθη ὁ θεὸς τῷ Σολομῶντι, κατ' ἐπίτασιν ἀσφα λιζόμενος αὐτὸν ἀπέχεσθαι τῶν παρανόμων. ὁ δὲ Ἰώσηπος καὶ διὰ τοῦτο ἀκλεῶς τεθνάναι αὐτὸν λέγει, διὰ τὸ καὶ λέοντας καὶ βόας μετὰ τῶν λοιπῶν ἀνομημάτων εἰς ὑψηλὴν θεωρίαν ἀναπλά σαι αὐτόν. ὁ γὰρ θεὸς οὐδὲ ὄψεως ἕνεκεν καὶ θεωρίας παραχω ρεῖ ταῦτα διὰ τοῦ νόμου γίνεσθαι. Ὅτι Ἀθίας ὁ Σιλωνίτης προφήτης ὤν, συναντήσας Ἱεροβοὰμ τῷ δούλῳ Σολομῶντος, ὃ ἐφόρει καινὸν ἱμάτιον διαρρήξας εἰς φάρση δώδεκα δέδωκεν αὐτῷ δέκα ῥήγματα, εἰπών "σοὶ δίδω σιν ὁ θεὸς τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ διὰ τὰς ἀνομίας Σολομῶν τος· ὅμως μετὰ θάνατον αὐτοῦ λήψῃ αὐτάς." 1.118 Ὅτι Σολομῶν ἐζήτησε τὸν Ἱεροβοὰμ ἀποκτεῖναι ὑπονοήσας αὐτόν. ὁ δὲ γνοὺς ἀνεχώρησε πρὸς Σουσακεὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς τοῦ κυρίου αὐτοῦ Σολομῶντος. ἔλαβε δὲ τὴν θυγατέρα Σουσακεὶμ ἑαυτῷ γυναῖκα. Ὅτι ὁ ἐν Ἱεροσολύμοις ναὸς τέσσαρας εἶχε περιβόλους, καὶ εἰς μὲν τὸν ἐξωτάτω εἰσελθεῖν ἐπετέτραπτο πᾶσι καὶ τοῖς ἀλλοφύ λοις, γυναιξὶ δὲ ἐμμηνίοις μόναις ἀπείρητο παριέναι. εἰς δὲ τὸν δεύτερον Ἰουδαῖοι πάντες εἰσῄεσαν, καὶ αἱ τούτων γυναῖκες καθα ραὶ ἀπὸ παντὸς μιάσματος. εἰς δὲ τὸν τρίτον οἱ ἄρρενες τῶν Ἰου δαίων, εἰς δὲ τὸν τέταρτον οἱ ἱερεῖς μόνοι. εἰς δὲ τὸν ναὸν καὶ ἐπὶ τὸν βωμὸν οἱ ἄμωμοι ἱερεῖς, στολὰς ἱερατικὰς ἐνδεδυμένοι. εἰς δὲ τὸ ἄδυτον ὁ ἀρχιερεὺς μόνος, τὴν οἰκείαν στολὴν περιβεβλη μένος, ἅπαξ τοῦ ἐνιαυτοῦ. Ὅτι ἐν γήρᾳ αὐτοῦ Σολομῶν ἐξώκειλεν ἀπὸ τοῦ θεοῦ, τῶν γυναικῶν αὐτοῦ εἴδωλα ἀνατιθουσῶν· ὁ γὰρ ἑτέρων ἀνατιθέντων ἐφιεὶς αὐτὸς ἱδρύεται δυνάμει. καὶ διὰ τοῦτο ἐδόθη αὐτῷ Σατὰν ὁ Ἄδερ. Ὅτι Ἱεροβοὰμ δοῦλος ἦν Σολομῶντος, υἱὸς γυναικὸς πόρ νης, ἐβασίλευσε δὲ τοῦ Ἰσραὴλ ἐν Σαμαρείᾳ. καὶ συμβαλὼν πόλεμον τῷ Ἀβίᾳ ἡττήθη, καὶ ἔπεσον τοῦ Ἰσραὴλ χιλιάδες φʹ. Ὅτι ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Γοθολίας Ἰηοῦ ἀνεῖλε τὸν Ἰορὰμ καὶ τὸν Ὀχοζίαν καὶ τοὺς υἱοὺς Ἀχαὰβ καὶ τὴν Ἰζάβελ. 1.119 Ὅτι Ἄχαζ υἱὸς Ὀζίου, πατὴρ δὲ Ἐζεκίου, βασιλεὺς Ἰούδσυνέκοψε τὰ συγκλείσματα τῶν μεχονώθ. ἦσαν δὲ λέοντες καὶ βόες καὶ Χερουβίμ. ἔστι δὲ ὁ μεχονὼθ λουτήρ. τοὺς βόας τοὺς χαλκοῦς τοὺς βαστάζοντας τὴν θάλασσαν τὴν χαλκῆν, οὓς παρανόμως ἀνεπλάσατο Σολομῶν. καὶ ἔθηκε τὴν θάλασσαν ἐπὶ βάσει λιθίνῃ. τὰ δὲ λοιπὰ ἐγράφησαν ἔμπροσθεν. Καὶ ἐκ τῶν Παραλειπομένων τινά. αἱ Παραλειπόμεναι τὰ λείποντα πολλάκις λέγουσι καὶ τὰ ὄντα παραλιμπάνουσι, πολλάκις δὲ καὶ ὅλην ἔννοιαν ἀλλοιοῦσιν. ἐν γὰρ τῷ λέγειν ὅτι Ἀσᾶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς ∆αβὶδ καὶ Σολομῶν ὁ πατὴρ αὐτοῦ, ἀλλοιοῖ τὸν νοῦν· τὰ γὰρ περὶ τοῦ Σολομῶντος πεφανέρωται. ἐπάταξε δὲ ἐν Ἰσραὴλ καὶ Ἱεροβοὰμ Ἀσᾶ μετὰ φυλῆς Βενιαμὶνκαὶ Ἰούδα πεντακοσίας χιλιάδας ἀνδρῶν πολεμιστῶν. καὶ οὐκέτι ᾖρε κεφαλὴν κατὰ Ἰούδα Ἱεροβοὰμ υἱὸς Ναβάτ. Ὅτι ἀδελφαὶ ∆αβὶδ Σαρουΐα καὶ Ἀβιγαία, καὶ τῇ μὲν Σαρουΐᾳ υἱοὶ Ἀβεσᾶ καὶ Ἰωὰβ καὶ Ἀσσαήλ, τῇ δὲ Ἀβιγαίᾳ υἱὸἈμεσᾶ. οὗτος οὐκ ἔφθασε πρὸς τοὺς τρεῖς δυνάστας τοῦ ∆αβίδ. Ὅτι ὁ Ῥουβεὶμ πρωτότοκος ὢν ἐξέπεσε τῆς εὐλογίας καὶ τοῦ ἀριθμεῖσθαι ὡς πρωτότοκος, ἐπειδὴ ἀνέβη εἰς κοίτην πατρὸς αὐ τοῦ, καὶ Ἰακὼβ ὁ πατὴρ αὐτοῦ δέδωκε τῷ Ἰωσήφ, τὰ δὲ πρωτοτόκια δέδωκε τῷ Ἰούδᾳ. 1.120 Ὅτι λέγει ἡ δευτέρα τῶν Παραλειπομένων μὴ εἶναι ἐν τῇ σκηνῇ εἰ μὴ τὰς πλάκας μόνον. Ὅτι Ἰωδαὲ ὁ