ψευδεῖς. Μόνον τὸν τὴν ἐλπίδα ἐπιγραψά μενον εἰς Θεὸν μακάριόν φησιν, οὐ τὸν περισπασθέντα βιωτικαῖς μερίμναις, αἵτινες καὶ μανία καὶ ψεῦδός εἰσιν. [Ἐλπὶς αὐτοῦ. Εἶτα καὶ εἰς προτροπὴν ἕτερον ἐπι φέρει· Μακαριστὸς, φησὶ, τῷ ὄντι, ὃς τὸν Θεὸν μόνον ἔσχεν ἐλπίδα, καὶ οὐκ ἐπέβλεψεν εἰς τὰς περὶ τὸν παρ όντα βίον σπουδὰς, αἳ ματαιότητές εἰσι, καὶ μανίαι ψευδεῖς, καὶ εἰς κενὸν φροντίδες. Μανία δὲ σώφρων ἡ τοῦ παρόντος βίου κατάστασις, δι' ἣν καὶ ἐξεστη κότες τοῖς πολλοῖς ἐδόκουν οἱ προφῆται, ἐφ' ᾗ καὶ σεμνυνόμενος καὶ ὁ δίκαιος λέγει· Εἶπα ἐν τῇ ἐκ στάσει μου.] Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυ μάσιά σου. Ἃ πέπραχας, φησὶν, ἐν τῷ τῆς οἰκονο μίας καιρῷ, πολλά ἐστι καὶ θαυμάσια· ἃ καὶ ἑτέ ροις ἀπήγγειλα. Ἡ δὲ ἐπαγγελία ὅλην, φησὶ, διέδραμε τὴν ὑπ' οὐρανὸν, ὡς καὶ κρείττονας ἀριθμοῦ γενέσθαι τοὺς πιστεύσαντας. Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ἐντεῦθεν εἰσφέρεται τὸ τοῦ Χριστοῦ πρόσωπον πρὸς τὸν Πατέρα λέγον. Ἐπειδὴ, φησὶ, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, οὔτε μὴν ηὐδόκησας ἐν ὁλοκαυτώμασι τοῖς κατὰ τὸν νό μον· ἥκω σῶμα λαβὼν ὅπερ αὐτός μοι κατηρτίσω. Πνεῦμα γὰρ ἅγιον καὶ Ὑψίστου δύναμις ἐπεσκίασε τῇ ἁγίᾳ Παρθένῳ. Ἥκω δὲ ἵνα τὸ σὸν ποιήσω θέ λημα. Ποῖον γὰρ ἦν τὸ θέλημα τοῦ Πατρὸς, ἢ ὃ αὐτὸς ὁ Κύριος ἐξηγήσατο εἰρηκώς· Τοῦτό ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέ ρᾳ; Τὸ δὲ, ἐν κεφαλίδι βιβλίου, ταύτην ἔχει τὴν ἑρμηνείαν. Κεφαλίδα οἱ Ἑβραῖοι τὸν τόμον φασίν. Ἡσαΐας δὲ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον τοῦ 27.193 Μονογενοῦς διδασκόμενος ἤκουσε· Λαβὲ τόμον και νὸν, καὶ γράψον ἐν αὐτῷ γραφίδι ἀνθρώπου. Συμβαίνει ὡς οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλὰ σαρκίναις, γρα φήσονται τὰ θεσπίσματα τοῦ καινοῦ νόμου, καθώς φησι δι' Ἱερεμίου τοῦ προφήτου· ∆ιδοὺς δώσω νό μους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρ δίας αὐτῶν γράψω αὐτοὺς, ἵνα δηλοῖ, ὅτι τοῖς ἐν δοτάτοις καὶ νοητοῖς τῆς καρδίας ταμείοις ἡ Ἐκκλη σία τὸν καινὸν παραδέξηται νόμον, καὶ τὰς ἐντολὰς σφόδρα θελήσῃ. Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ με γάλῃ. Ἐκκλησία μεγάλη ἡ κατὰ πᾶν ἔθνος πιστεύ σασα τῷ Σωτῆρι ψυχή· ἣ καὶ δεδικαίωται αὐτὸν ἔχουσα τὸν δικαιοῦντα τὸν ἀσεβῆ. Τὴν δικαιοσύ νην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου. ∆ικαιο σύνην μὲν τὴν δι' αὐτοῦ κεκηρυγμένην φησὶ, τὴν ὑπὲρ νόμον καὶ σκιάν· τὸ δὲ, ἔγνως, ἀντὶ τοῦ, ἰδιο ποιήσω. Τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα. Οὐ σεσίγηκα, φησὶ, οὐδὲ συνέσχον ἐν ἐμαυτῷ τὴν ἀλήθειάν σου. Ἀλήθειαν δέ φησι τὸ εὐαγγελικὸν κήρυγμα. Ἀλλ' οὐδὲ ἔκρυψα τὸ σωτήριόν σου, τουτ έστι τῆς παρὰ σοῦ δοθείσης σωτηρίας τὴν ὁδὸν, ἤτοι τὴν διὰ τῆς πίστεως χάριν. Συναγωγὴν δὲ πολ λὴν, τὴν ἐκ τοῦ Ἰσραὴλ καὶ τῶν ἐθνῶν συνειλεγμέ νην Ἐκκλησίαν φησίν. Ἀποκαλύπτει γὰρ ὁ Χριστὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους τῇ φύσει τῇ λογικῇ, καὶ τοὺς περὶ σωτηρίας. Καὶ τοὺς μὲν περὶ ἀληθείας λόγους εὑρήσει ἐν τῇ θεωρίᾳ, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ. Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ. ∆ιδάξαντος τοῦ Χριστοῦ τὸ περὶ τῆς οἰκονομίας μυστήριον, εἰσκομίζεται τοῦ Ἰσραὴλ τὸ πρόσωπον τοῦ μείναντος ἐν ἀπειθείᾳ. Ὡς γὰρ ἀπει θήσας τῷ ἐλέει τοῦ Θεοῦ, καὶ διὰ τοῦτο παρεωρα μένος, καὶ ἐν παντὶ γεγονὼς κακῷ, ἀνανήφει πρὸς μετάγνωσιν, κατοικτείρεσθαι παρακαλῶν. Σημαίνε ται δὲ ἡ ἐπ' ἐσχάτου καιροῦ γενησομένη κλῆσις αὐ τῶν. Τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸς ἀντιλάβοιντό μου. Ὁμολογοῦμεν, φησὶν, ὅτι αὐτὸς εἶς ὁ πάλαι σώζων ἡμᾶς καὶ ἀντιλαμβανόμενος. Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς τοῦ Θεοῦ προμηθείας διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς μνήμην ποιεῖται. Ὅτι περιέσχον με κακὰ ὧν οὐκ ἔστιν ἀριθμός. Τὰ μετὰ τὴν ἀπιστίαν τὴν εἰς Χριστὸν συμβεβηκότα αὐτοῖς διηγεῖται κακά. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς
44