1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

45

3.1.1 Οἱ δὲ Κομνηνοὶ τὰ βασίλεια καταλαβόντες παρα χρῆμα τὸν ἐπ' ἀνεψιᾷ γαμβρὸν αὐτῶν Μιχαήλ, ὃς ἐν ὑστέ ροις καιροῖς λογοθέτης τῶν σεκρέτων ἐχρημάτισε, πέμ πουσι πρὸς αὐτόν. Ὁ δὲ ἀπελθὼν μετὰ τοῦ τηνικαῦτα ἐπάρχου (ὁ Ῥαδηνὸς δὲ οὗτος ἦν) εἰσαγαγὼν τὸν βασιλέα εἰς ἀκάτιόν τι μικρὸν ἀπέρχεται μετ' αὐτοῦ εἰς τὴν τῆς Περιβλέπτου περιώνυμον μονήν· εἶτα τὸ μοναδικὸν αὐτῷ ἄμφω προτρέπονται ἀμφιάσασθαι σχῆμα. Τοῦ δὲ ἐς νέωτα τοῦτο ὑπερτιθεμένου οὗτοι δεδιότες ἔτι ἐν συγχύσει καὶ ἀταξίᾳ τῶν πραγμάτων ὄντων, μή τι ἀπὸ τοῦ μέρους τῶν δούλων ἐκείνων καὶ τῶν ἐκ τοῦ Χώματος αὖθις νεωτερισθῇ, κατηπειγμένως τὴν τῶν τριχῶν ἀποκοπὴν αὐτῷ συνεβού λευον. Καὶ πείθεται τούτοις καὶ τοῦ ἀγγελικοῦ τηνικαῦτα ἀξιοῦται σχήματος. Οἷα τὰ τῆς τύχης· ὑψοῦ μὲν αἴρει τὸν ἀνθρώπινον βίον ὅτε ἐπιμειδιᾶν αὐτῷ θελήσειε, καὶ διάδημα βασιλικὸν αὐτῷ περιτίθησι καὶ περιπορφύρει τὰ πέδιλα· ἐπὰν δὲ τὰς ὀφρῦς τούτοις ἐπισυνάξῃ, ἀντὶ τῆς πορφυρίδος καὶ τῶν στεμμάτων τὰ μέλανα ῥάκη καταμ φιέννυσιν. Ὅπερ δὴ καὶ τῷ βασιλεῖ Βοτανειάτῃ ξυμβέβη κεν. Ἐρωτηθεὶς δὲ παρά του τῶν συνήθων, εἰ εὐφόρως τὴν μεταβολὴν φέρει, φησίν «ἡ τοῦ κρέως με μόνον ἀποχὴ ἀνιᾷ, τῶν δ' ἄλλων ὀλίγη μοι ἡ φροντίς». 3.1.2 Ἡ μέντοι βασιλὶς Μαρία σύναμα τῷ υἱῷ Κωνσταντίνῳ, ὃν ἐκ τοῦ προβεβασιλευκότος Μιχαὴλ ἔσχε τοῦ ∆ούκα, ἔτι τοῖς βασιλείοις προσέμενε δεδοικυῖα περὶ ξανθῷ Μενελάῳ κατὰ τὴν ποίησιν, πρόφασιν ἀδιάβλητον τῆς καρτερίας τὴν συγγένειαν ἔχουσα, κἄν τινες ὑπὸ φθόνου παρακεκινημένοι ἄλλα τινὰ περὶ αὐτῆς ὑπετόπαζον. Προεφθάκει γὰρ τὸν μὲν γαμβρόν, τὸν δὲ θετὸν υἱὸν εἰσποιήσασθαι. Ταῦτα δὲ ἀνέπεισεν αὐτὴν οἰκονομῆσαι οὐκ αἰτία τις κατὰ τοὺς πολλοὺς ἐπίψογος οὐδὲ τὸ τῶν ἀνδρῶν ἐκείνων ἐπαγωγὸν καὶ εὐπρόσιτον, ἀλλὰ τὸ ἐπ' ἀλλοτρίας εἶναι, μὴ συγγενῆ, μὴ συνήθη, μηδένα τὸ παράπαν ὁμόχθονα κεκτημένην. Οὐκ ἤθελεν οὖν ἀσυντάκτως ἐκεῖθεν ἐκστῆναι δεδοικυῖα, μή τι κακὸν συμβαίη τῷ παιδί, ἂν ἐκεῖθεν ἐξέλθῃ πρὸ τοῦ ἐχέγγυόν τι ἀσφαλείας λαβεῖν, ὁποῖα ἐν ταῖς μεταπτώσεσι τῶν βασιλέων συμβαίνειν εἴωθεν. 3.1.3 Ἦν γὰρ τὸ παιδίον καὶ ἄλλως ὡραῖον καὶ ἔτι νέον, οὔπω τὸν ἕβδομον χρόνον ὑπερελάσαν, καὶ οὐ νέμεσις, εἰ τοὺς ἐμοὺς ἐπαινοίην ὑπὸ τῆς τῶν πραγμάτων ἀναγκαζομένη φύσεως. Ἡδὺ μὲν οὐκ ἐν λόγοις μόνον, ἀλλὰ καὶ ἐν παντοίαις κινήσεσι καὶ περιστροφαῖς παιγνίων ἀπαράμιλλον, ὡς οἱ τότε παρόντες ὕστερον ἔλεγον, ξανθὸν καὶ λευκὸν ὥσπερ γάλα, ἐρυθή ματος μεστόν, ὅπου δέοι, καὶ ὁποῖον τὰ τῶν καλύκων ἄρτι ἐξαστράπτοντα ῥόδα. Οἱ δὲ ὀφθαλμοὶ οὐ λευκοί, ἀλλ' ἱέρακος ἐοικότες καὶ λάμποντες ὑπὸ ταῖς ὀφρύσιν ὥσπερ ἐν χρυσῇ σφενδόνῃ. Κἀντεῦθεν ποικίλαις τέρψεσι τέρπον τοὺς ὁρῶντας οὐράνιόν τι καὶ οὐκ ἐπίγειον κάλλος δοκοῦν καὶ τὸ ὅλον, εἶπεν ἄν τις ἰδὼν ὁποῖον τὸν Ἔρωτα γρά φουσιν. 3.1.4 Αὕτη ἡ ἀληθὴς αἰτία τῆς εἰς τὰ βασίλεια τῆς βασιλίδος ἐγκαρτερίας. Ἐγὼ γὰρ καὶ ἄλλως φύσει τὸ λογοποιεῖν καὶ καινά τινα ἀναπλάττειν ἀποστρέφομαι εἰδυῖα τοῦτο σύνηθες εἶναι τοῖς πολλοῖς, καὶ μᾶλλον ὁπη νίκα ὑπὸ φθόνου καὶ χαιρεκακίας ἁλίσκοιντο, καὶ οὐ ταχὺ ταῖς διαβολαῖς συμφέρομαι τῶν πολλῶν. Ἀλλὰ καὶ ἄλλοθεν τὴν ἐν τοῖς τοιούτοις ἀσφάλειαν ἔσχον ἐκ παιδαρίου συνανατραφεῖσα τῇ βασιλίδι καὶ οὔπω τὸν ὄγδοον ὑπερε λάσασα χρόνον. Πολὺ δὲ τὸ περὶ ἐμὲ φίλτρον ἔχουσα τῶν ἀπορρήτων πάντων κεκοινώνηκε. Καὶ πολλῶν μὲν καὶ ἄλλων περὶ τούτων λεγόντων ἀκήκοα καὶ πρὸς ἄλλους διαφερομένων, τῶν μὲν οὕτως, τῶν δὲ οὕτως ἐκλαμβανο μένων τὰ τότε πραχθέντα, ἑκάστου πρὸς τὴν ἰδίαν τῆς ψυχῆς κατάστασιν καὶ ὡς πρὸς αὐτὴν εὐνοίας ἢ μίσους εἶχε, καὶ οὐ πάντας τῆς αὐτῆς ἑώρων γνώμης. Ἠκηκόειν δὲ πολλάκις καὶ αὐτῆς διηγουμένης, ὁπόσα ξυμβέβηκεν αὐτῇ καὶ εἰς οἷον φόβον καὶ μᾶλλον περὶ τοῦ παιδὸς ἐμπεπτώκει, ὁπηνίκα ὁ βασιλεὺς Νικηφόρος τὴν βασιλείαν