1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

45

γάρ με ἐνταῦθα κατέσχεν ἀπορία καὶ οὐ δύναμαι συνιδεῖν πόθεν ἅπαν ὡς εἰπεῖν τὸ τῶν ἀνθρώπων γένος, ὅταν μὲν ἐξῇ μετ' εὐκολίας καὶ ἀνέσεως τέρπεσθαι, οὐδὲ ἡδονὴν τὸ πρᾶγμα τίθενται, ἐν δὲ τῷ φροντίζειν καὶ περισπᾶσθαι καὶ μεριμνᾶν μάλιστα πάντων ἥδονται. ∆ιὰ τί γὰρ αὐτοὺς οὐχ οὕτω τέρπει ὁ κείμενος ἐπὶ τῆς ἀγορᾶς ἄργυρος ὡς ὁ κατὰ τὴν οἰκίαν; Καίτοι γε λαμπρότερος ἐκεῖνός ἐστι καὶ μερίμνης ἁπάσης ἐλευθέραν ἀφίησι τὴν ψυχήν. Ὅτι, φησίν, ἐκεῖνος μὲν οὐκ ἐμός, οὗτος δὲ ἐμός. Ἡ πλεονεξία ἄρα ἐστὶν ἡ τὴν ἡδονὴν ἔχουσα, οὐχ ἡ τοῦ ἀργύρου φύσις· ἐπεὶ εἰ τοῦτο ἦν, καὶ ἐκεῖθεν ὁμοίως τέρπεσθαι ἔδει. Εἰ δὲ χρήσεως ἕνεκεν λέγοις, πολλῷ βελτίων ἡ ὕελος, καὶ ταῦτα αὐτοὶ οἱ πλουτοῦντες εἴποιεν ἂν οἱ τὰ ἐκπώματα ἀπὸ τῆς ὕλης ταύτης ὡς τὰ πολλὰ κατασκευάζοντες. Εἰ δέ που διὰ τὸν τῦφον ἀναγκασθεῖεν καὶ ἐξ ἀργύρου τοῦτο ποιῆσαι, πρότερον ἔνδοθεν θέντες τὴν ὕελον οὕτως ἔξωθεν τὸν ἄργυρον περιβάλλουσι, δεικνύντες ὅτι αὕτη μὲν πρὸς πόμα ἡδίων καὶ ἐπιτηδεία, ἐκεῖνος δὲ πρὸς τὸν τῦφον μόνον καὶ τὴν ἀλαζονείαν. Τί δέ ἐστιν ὅλως ἐμὸς καὶ οὐκ ἐμός; Ταύτα γὰρ ὅταν μετὰ ἀκριβείας ἐξετάσω, ῥήματα μόνον ὁρῶ ψιλά. Πολλοὶ μὲν γὰρ καὶ ζῶντες ἀποπηδῶντα αὐτὸν τῆς αὐτῶν δεσποτείας οὐκ ἴσχυσαν κατασχεῖν. Οἷς δὲ μέχρι τέλους παρέμεινεν, ἐν τῷ καιρῷ τῆς τελευτῆς καὶ ἑκόντες καὶ ἄκοντες αὐτοῦ τῆς ἐξουσίας ἐξέπεσον. Οὐκ ἐπὶ τοῦ ἀργύρου δὲ μόνον καὶ χρυσοῦ ἀλλὰ καὶ ἐπὶ τῶν λουτρῶν καὶ ἐπὶ τῶν παραδείσων καὶ ἐν ταῖς οἰκίαις τὸ ἐμὸν καὶ οὐκ ἐμὸν τοῦτο ῥῆμα ἄν τις ἴδοι μόνον ψιλόν. Ἡ μὲν γὰρ χρῆσις κοινὴ πάντων ἐστίν, πλεονεκτοῦσι δὲ οἱ δοκοῦντες αὐτῶν εἶναι κύριοι τῶν οὐκ ὄντων τὴν ὑπὲρ αὐτῶν φροντίδα. Οἱ μὲν γὰρ ἀπολαύουσι μόνον αὐτῶν, οἱ δὲ μετὰ τοῦ ποιεῖσθαι πολλὴν τὴν ἐπιμέλειαν τὸ αὐτὸ τοῦτο καρποῦνται ὃ μετὰ τῆς ἀμελείας ἐκεῖνοι.

69 Ὅτι πολλῆς ἀηδίας αἱ πολυτελεῖς γέμουσι τράπεζαι. Εἰ δέ τις τὴν πολλὴν θαυμάζοι τρυφήν, οἷον τὸ τῶν κατακοπτομένων πλῆθος κρεῶν, τὴν περιττὴν τοῦ οἴνου δαπάνην, τῶν καρυκευμάτων τὴν περιεργίαν, τραπεζοποιῶν καὶ σιτοποιῶν καὶ μαγείρων τέχνας, παρασίτων καὶ δαιτυμόνων ὄχλον, εὖ ἴστω ὅτι τῶν μαγείρων αὐτῶν οὐδὲν ἄμεινον ἐν τοῖς τοιούτοις οἱ πλουτοῦντες διάκεινται. Καθάπερ γὰρ ἐκεῖνοι τοὺς δεσπότας οὕτω τοὺς κεκλημένους αὐτοὶ δεδοίκασι μή τινος ἐπιλάβωνται τῶν μετὰ πολλοῦ πόνου καὶ δαπάνης παρασκευασθέντων αὐτοῖς. Καὶ τούτῳ μὲν ἐξισοῦνται τοῖς οἰκέταις, καθ' ἕτερον δὲ καὶ πλεονεκτοῦσιν αὐτῶν ἐκεῖνοι. Οὐ γὰρ μόνον κατηγόρους ἀλλὰ καὶ βασκάνους δεδοίκασι. Πολλοῖς γὰρ πολλάκις ἀπὸ τῶν τοιούτων συμποσίων ἐτέχθησαν φθόνοι, καὶ οὐ πρότερον ἔστησαν ἕως κινδύνους ἐπήγαγον τοὺς ἐσχάτους. Ἀλλὰ τὸ σιτεῖσθαι πολλὰ πολλάκις ἡδύ. Ἄπαγε. Καὶ γὰρ ὅταν καρηβαρίαι καὶ γαστρὸς διατάσεις καὶ πνεύματος ἐμφράξεις καὶ σκοτοδινίαι καὶ ἴλιγγοι καὶ ἀχλύες καὶ τὰ ἔτι τούτων ἀτοπώτερα ἀπὸ τῆς τρυφῆς ταύτης ἀναβλαστάνῃ δεινά, ποίαν ἡδονὴν καρπωσόμεθα; Καὶ εἴθε μέχρι τῶν παρ' ἡμέραν λυπηρῶν καὶ τὰ τῆς ἀσχημοσύνης ἐκείνης καὶ τὰ τῆς ζημίας ἵστατο μόνον. Νυνὶ δὲ αἱ μάλιστα τῶν νόσων δυσίατοι ἀπὸ τῶν τοιούτων τραπεζῶν ἔχουσι τὴν ἀρχήν. Καὶ γὰρ ποδαλγίαι καὶ φθόη καὶ νόσος καὶ παράλυσις καὶ σπασμὸς τὸ σῶμα πολιορκεῖ ἕως ἐσχάτης ἀναπνοῆς. Τίνα οὖν ἄν τις ἔχοι τούτων ἀντίρροπον τῶν κακῶν ἡδονὴν εἰπεῖν; Ποίαν δὲ οὐκ ἄν τις ἕλοιτο σκληραγωγίαν ὑπὲρ τῆς τούτων ἀπαλλαγῆς;

70 Ὅτι χρησιμώτερον καὶ ἥδιον τὸ μὴ τρυφᾶν τοῦ τρυφᾶν. Ἀλλ' οὐχ ἡ εὐτέλεια τοιαύτη, ἀλλὰ πόρρω τούτων ἀφέστηκε τῶν δυσχερῶν ὑγιείας καὶ εὐεξίας ποιητική, ἣν μείζονα οὖσαν εὑρήσεις τῆς τρυφῆς. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἐρρῶσθαι καὶ μηδενὶ τῶν κακῶν ἐνοχλεῖσθαι ἐκείνων ὧν ἕκαστον καὶ καθ' ἑαυτὸ πᾶσαν ἱκανὸν σβέσαι καὶ ἀνατρέψαι ἐκ βάθρων ἡδονήν. ∆εύτερον δὲ καὶ ἀπὸ τῶν σιτίων αὐτῶν. Πῶς; Ὅτι ἡδονῆς ποιητικὸν ἐπιθυμία, ἐπιθυμίαν δὲ οὐχ ὁ κόρος οὐδὲ ἡ