51
πλημμελήμασιν, οὐδὲν ἂν ἄλλο ἡμᾶς ἐλύπησε, τῆς ὀδύνης ταύτης πᾶσαν ἀθυμίαν παρωθουμένης. Ὥστε καὶ ἕτερον ἂν ἐκερδαίνομεν μετὰ τῆς ἐξομολογήσεως, τὸ μὴ βαπτίζεσθαι τοῖς λυπηροῖς τοῦ παρόντος βίου, μηδὲ φυσᾶσθαι τοῖς λαμπροῖς· καὶ ταύτῃ πάλιν μειζόνως ἂν ἐξιλεωσάμεθα τὸν Θεὸν, ὥσπερ οὖν, οἷς ποιοῦμεν νῦν, παροξύνομεν. Εἰπὲ γάρ μοι, εἴ τινα ἔχεις οἰκέτην, καὶ πολλὰ παθὼν ἐκεῖνος κακὰ παρὰ τῶν ὁμοδούλων, τῶν μὲν ἄλλων μηδενὸς λόγον ποιοῖτο, ὑπὲρ δὲ τοῦ μὴ παροργίζεσθαι τὸν δεσπότην φροντίζοι μόνον, ἆρα οὐχ ἱκανὸς ἀπὸ τούτου μόνου λῦσαί σου τὴν ὀργήν; Τί δὲ, ἂν τῶν μὲν εἰς σὲ πλημμελημάτων μηδεμίαν ποιοῖτο φροντίδα, ὑπὲρ δὲ τῶν πρὸς τοὺς ὁμοδούλους φροντίζοι, οὐχὶ μείζονα ἐπάξεις τὴν τιμωρίαν; Οὕτω καὶ ὁ Θεὸς ποιεῖ· ὅταν μὲν ἀμελῶμεν αὐτοῦ τῆς ὀργῆς, σφοδροτέραν ἐπάγει αὐτήν· ὅταν δὲ φροντίζωμεν, ἡμερωτέραν· μᾶλλον δὲ οὐδὲ ἐπάγει λοιπόν· βούλεται γὰρ ἡμᾶς ἑαυτοὺς ἀπαιτεῖν τὴν τιμωρίαν τῶν ἡμαρτημένων, καὶ οὐκέτι λοιπὸν αὐτὸς ἀπαιτεῖ. ∆ιὰ τοῦτο γὰρ καὶ ἀπειλεῖ τὴν τιμωρίαν, ἵνα τῷ φόβῳ τὴν καταφρόνησιν ἀνέλῃ· ὅταν δὲ ἐξ ἀπειλῆς φοβηθῶμεν μόνης, οὐκ ἀφίησιν ὑπομεῖναι τὴν πεῖραν. Ὅρα γοῦν πρὸς τὸν Ἱερεμίαν τί φησιν· Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; Οἱ πατέρες αὐτῶν καίουσι πῦρ, οἱ υἱοὶ αὐτῶν συνάγουσι ξύλα, αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς. ∆έος μὴ καὶ περὶ ἡμῶν λεχθῇ τι τοιοῦτον. Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; Οὐδεὶς τὰ τοῦ Χριστοῦ ζητεῖ, ἀλλὰ πάντες τὰ ἑαυτῶν. Οἱ υἱοὶ αὐτῶν εἰς ἀσελγείας τρέχουσιν, οἱ πατέρες αὐτῶν εἰς πλεονεξίαν καὶ ἁρπαγὴν, αἱ γυναῖκες αὐτῶν ἐπὶ τὰς φαντασίας τὰς βιωτικὰς, οὐ μόνον οὐκ ἐγκόπτουσαι τοὺς ἄνδρας, ἀλλὰ καὶ παροξύνουσαι. Στῆθι γοῦν ἐπὶ τῆς ἀγορᾶς· ἐρώτησον τοὺς ἀπιόντας καὶ ἐπανιόντας, καὶ οὐδένα ὄψει ὑπὲρ πνευματικοῦ πράγματος σπεύδοντα, ἀλλὰ πάντας ὑπὲρ σαρκικῶν τρέχοντας. Μέχρι τίνος οὐκ ἀνανήφομεν; μέχρι τίνος εἰς ὕπνον καταφερόμεθα βαθύν; οὐκ ἐλάβομεν κόρον τῶν κακῶν; καίτοι γε καὶ χωρὶς τῶν ῥημάτων ἀρκεῖ καὶ αὐτὴ τῶν πραγμάτων ὑμᾶς ἡ πεῖρα διδάξαι τῶν παρόντων τὴν οὐδένειαν καὶ τὸ μοχθηρὸν ἅπαν. Ἄνθρωποι γοῦν τὴν ἔξωθεν σοφίαν ἀσκοῦντες, καὶ μηδὲν τῶν μελλόντων εἰδότες, ἐπειδὴ κατέγνωσαν πολ 61.75 λὴν τῶν παρόντων πραγμάτων εὐτέλειαν, διὰ τοῦτο ἀπέστησαν μόνον. Ποίας οὖν σὺ τεύξῃ συγγνώμης, χαμαὶ συρόμενος, καὶ μὴ καταφρονῶν τῶν μικρῶν καὶ παρερχομένων ὑπὲρ τῶν μεγάλων καὶ διαιωνιζόντων, ὁ καὶ αὐτοῦ τοῦ Θεοῦ ἀκούων, ταῦτά σοι δεικνύντος καὶ ἐκκαλύπτοντος, καὶ ἐπαγγελίας τοιαύτας παρ' αὐτοῦ ἔχων; Ὅτι γὰρ οὐχ ἱκανὰ ταῦτα κατασχεῖν, ἔδειξαν οἱ καὶ χωρὶς ἐπαγγελίας τῶν μειζόνων ἀπεχόμενοι τούτων. Ποῖον γὰρ πλοῦτον προσδοκήσαντες ἐπὶ πενίαν ἦλθον; Οὐδένα· ἀλλ' ἀπὸ 61.76 τοῦ σφόδρα εἰδέναι, ὅτι ἡ τοιαύτη πενία πλούτου κρείττων ἐστί. Ποίαν ζωὴν ἐλπίσαντες ἀφῆκαν τρυφὴν, καὶ σκληραγωγίᾳ ἔδωκαν ἑαυτούς; Οὐδεμίαν· ἀλλ' αὐτὴν τῶν πραγμάτων τὴν φύσιν μαθόντες, καὶ συνιδόντες, ὅτι τοῦτο μᾶλλον ἐπιτηδειότερον καὶ πρὸς ψυχῆς φιλοσοφίαν, καὶ πρὸς σώματος ὑγίειαν. Ταῦτ' οὖν καὶ ἡμεῖς ἀναλογιζόμενοι, καὶ τὰ μέλλοντα ἀγαθὰ συνεχῶς ἐν ἑαυτοῖς στρέφοντες, ἀποστῶμεν τῶν παρόντων, ἵνα τύχωμεν ἐκείνων τῶν μελλόντων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Θʹ.
Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυ σὸν, ἄργυρον, λίθους
τιμίους, ξύλα, χόρτον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσε ται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκα λύπτεται· καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. αʹ. Οὐ