52
ὀλλυμένων ἔρρει πολύμητιν Ἀθήνην." τὸν δὲ Προμηθέα νοῦν ἔλεγον· προμήθεια γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς. διὸ καὶ μυθεύονται τοὺς ἀνθρώπους μετα πεπλάσθαι, δηλονότι ἀπὸ ἰδιωτείας εἰς γνῶσιν. Ἐπιμηθεὺς δὲ τὴν μουσικὴν ἐξεῦρε, καὶ ∆ευκαλίων τὰ περὶ τοῦ κατακλυσμοῦ τῆς Ἀττικῆς ἀνετάξατο. ὁ Κέκροψ δὲ διφυὴς ὠνομάσθη, ἢ 1.145 διὰ μῆκος σώματος, ἢ ὅτι Αἰγύπτιος ὢν τὰς δύο γλώσσας ἠπί στατο. οὗτος μετὰ τὸν κατακλυσμὸν τῆς Ἀττικῆς Ἀθηνῶν ἐβασίλευσε χρόνους νʹ, καὶ ἀπὸ τῆς Ἀθηνᾶς τὴν πόλιν Ἀθήνας ὠνόμασεν. ἐπὶ αὐτοῦ ἐν τῇ ἀκροπόλει ἐλαία πρώτως ἐφύη. ἀπὸ τούτου Κεκροπία ἡ χώρα πρῶτον ἐκλήθη. οὗτος πρῶτος βοῦν ἐθαύμασε καὶ Ζῆνα προσηγόρευσεν. ἐπὶ τούτου τὸ ἐν ∆ήλῳ ἱερὸν Ἀπόλλωνος ∆ηλίου ὑπὸ Ἐριχθονίου υἱοῦ Κέκροπος ἱδρύνθη. οὗτος νομοθετεῖ τὰς γυναῖκας ἔτι παρθένους οὔσας ἑνὶ ἀνδρὶ τῷ βουλομένῳ γαμεῖσθαι, καὶ μηδενὶ ἄλλῳ ἕως θανάτου προσανέχειν· ἕως γὰρ αὐτοῦ ἀδιαφόρως ἔζων, πρὸς καιρὸν μιγνύμενοι καὶ αὖθις ὅτε βούλονται διαχωριζόμενοι, ὡς ἄδηλον εἶναι τίς ἂν εἴη τούτου πατήρ, κτηνῶν τρόπον νοθευομένου τοῦ γένους τῇ ἐπιμιξίᾳ. ἔλεγε γὰρ αὐτὸ αἴτιον εἶναι τοῦ κατακλυσμοῦ. καὶ μετ' αὐτὸν Κραναὸς ἐβασίλευσεν ἔτη ἐννέα, ὅτι καὶ Σαπφὼ ἣ καὶ πρώτη Μουσῶν ἀνη γόρευτο. εἶτα Φορνεὺς καὶ ἄλλοι μετ' αὐτὸν ἕως Κόδρου βασι λεύσαντος αὐτῶν ἔτη καʹ. ἐκράτει οὖν ἡ Ἀθηναίων βασιλεία ἔτη υ ϟβʹ. κἀντεῦθεν ἄρχοντας δώδεκα προεβάλλοντο, δι' ὧν ἡ κατ' αὐτοὺς διῳκονομεῖτο πολιτεία. ἐν τούτοις τοῖς ἄρχουσιν ἐνο μοθέτει Ἀθηναίων πρῶτος ∆ράκων ὀνόματι. μετ' αὐτὸν δὲ Σό λων τοῦ ∆ράκοντος τοὺς νόμους ἠθέτει. εἶτα Θάλης ὁ Μιλήσιος ἐθεσμοθέτει, καὶ πάλιν Αἰσχύλος τυραννήσας ἔτος ἓν καὶ μῆνας ζʹ. μεθ' ὃν Ἀλκιβιάδης ἔτη δύο, εἶτα ἄλλοι ιηʹ, καὶ αὖθις ἡ τούτων 1.146 κατελύθη βασιλεία. ἐν ἐκείνοις τοῖς καιροῖς καὶ οἱ κριταὶ ἦρχον ἐν υἱοῖς Ἰσραήλ. Τῶν κριτῶν τοῦ Ἰσραὴλ ἐπανάληψις διὰ τὰς τῶν Ἑλλήνων ἱστορίας. Μετὰ Ἰησοῦν τοῦ Ναυῆ ἐκ τῆς Ἰούδα καὶ Συμεὼν φυλῆς τοῖς ἀλλήλων σχοινίσμασιν ἀνὰ μέρος βοηθούντων πρῶτος ἄρξαι τοῦ λαοῦ λέγεται Χάλεβ ἔτη λʹ. μετὰ τοῦτο ὁ λαὸς εἰδώ λοις λατρεύσας ἐκδίδοται δουλεύειν τῷ Χουσαρθὼμ βασιλεῖ Συ ρίας τῆς Μεσοποταμίας ἔτη ιηʹ. ἐπιστρέψαντος τοίνυν τοῦ λαοῦ πρὸς θεὸν ἀνίστησι τὸν Γοθονιὴλ πρῶτον κριτήν, ἀδελφὸν νεώ τερον τοῦ Χάλεβ, ὃς ἔκρινε τὸν λαὸν ἔτη μʹ· ἐπὶ τούτου γέγονεν ὁ ἐπὶ ∆ευκαλίωνος κατακλυσμὸς ἐν τῇ Ἑλλάδι. καὶ πάλιν τὸ πονηρὸν ποιήσας ὁ Ἰσραὴλ παρεδόθη Ἐγλὼν βασιλεῖ Μωαβιτῶν ἐν τῷ #22γ Ϡμβʹ ἔτει, καὶ ἐδούλευσεν ἔτη ιηʹ. πάλιν δὲ αὐτοὺς ἐπι στρέψαντας ἐξαιρεῖται διὰ τοῦ ἀμφοτεροδεξιοῦ Ἀώδ, ὃς ἔσχε τὸ ἐπώνυμον τοῦτο διὰ τὸ ὁμοίως ἐν παντὶ πράγματι τῇ εὐωνύμῳ χρῆσθαι χειρὶ καθάπερ καὶ τῇ δεξιᾷ. οὗτος ἡγήσατο τοῦ λαοῦ ἔτη πʹ. τούτου τῷ κζʹ ἔτει ἐβασίλευσε τῆς Ἀττικῆς ὁ Κέκροψ, ἐν δὲ τῷ οζʹ ἔτει γέγονε κατακλυσμὸς ἐν Θεσσαλίᾳ καὶ Αἰθιοπίᾳ. πάλιν εἰδωλομανοῦντα τὸν Ἰσραὴλ παρέδωκε κύριος ἐν χειρὶ Ἰαβεὶμ βασιλέως Χαναὰν ἔτη κʹ. μετὰ ταῦτα ∆εβόρρα προφῆτις, γυνὴ Ἀφειδὼθ φυλῆς Ἐφραΐμ, ἔκρινε τὸν Ἰσραήλ. διὰ ταύτηςἡγήσατο Βαράκ, υἱὸς Ἀβινοεὶμ ἐκ φυλῆς Νεφθαλείμ, τῆς κατὰ 1.147 Σισάρρα μάχης τοῦ ἀρχιστρατήγου Ἰαβείμ, καὶ ἐκράτησε πάσης τῆς δυνάμεως αὐτοῦ. αὐτὸς δὲ ὁ Σισάρρα τοῖς ποσὶ διαφυγὼν ὑπὸ Ἰαὴλ γυναικὸς Χάμερ τοῦ Κινναίου ἀναιρεῖται, πασσάλῳ κατὰ τῆς γνάθου διαπαρείς. κατὰ τούτους τοὺς χρόνους Κάδμος ἐν Θήβαις ἐβασίλευσε. μετὰ δὲ τὴν ∆εβόρρας τελευτὴν ἐξήμαρτε πάλιν ὁ λαός, καὶ παρεδόθη τοῖς Μαδιηναίοις ἔτη ζʹ. Γεδεὼν δὲ αὐτοῖς ἐκ φυλῆς Μανασσῆ, θείοις σημείοις τῆς νίκης κομισά μενος τὴν πίστιν, ἐπανίσταται, καὶ ἐν τοῖς ἀνδράσι τοῖς λάψασι καθὼς κύων τῶν ιβʹ μυριάδας διαχειρισάμενος ἦρξε τοῦ λαοῦ ἔτη μʹ. Ἀβιμέλεχ τούτου υἱὸς ἔτη γʹ, Θόλα ἔτη κγʹ, Ἰαεὶρ ὁ Γαλααδίτης ἔτη κβʹ. μετὰ τοῦτο ἐξήμαρτεν ὁ λαός, καὶ παρε δόθη τοῖς Ἀμανίταις ἔτη ιηʹ. ἔπειτα τὴν πρὸς θεὸν ποιησάμενος ἐπάνοδον σώζονται διὰ τοῦ Ἰεφθάε τοῦ Γαλααδίτου ἔτη ϛʹ.