τὴν ἡμῶν ἀσθένειαν οὗτος, ὢν δυνατὸς, ὑπὸ μόνου τοῦ Πατρὸς γέγονεν, ἵν' ἡμᾶς δι' αὐτοῦ ὡς δι' ὀργάνου δημιουργήσῃ· μὴ γένοιτο! οὐκ ἔστιν οὕτως. Καὶ γὰρ καὶ εἰ δόξαν ἦν τῷ Θεῷ μὴ ποιῆσαι τὰ γενητὰ, ἀλλ' ἦν οὐδὲν ἧττον ὁ Λόγος πρὸς τὸν Θεὸν, καὶ ἐν αὐτῷ ἦν ὁ Πατήρ. Τὰ μέντοι γενητὰ ἀδύνατον ἦν χωρὶς τοῦ Λόγου γενέ σθαι· οὕτω γὰρ καὶ γέγονε δι' αὐτοῦ, καὶ εἰκότως. Ἐπειδὴ γὰρ Λόγος ἐστὶν ἴδιος φύσει τῆς οὐσίας τοῦ Θεοῦ ὁ Υἱὸς, ἐξ αὐτοῦ τέ ἐστι, καὶ ἐν αὐτῷ ἐστιν, ὡς εἶπεν αὐτός· οὐκ ἠδύνατο μὴ δι' αὐτοῦ γε νέσθαι τὰ δημιουργήματα. Καθάπερ γὰρ τὸ φῶς τῷ ἀπαυγάσματι τὰ πάντα φωτίζει, καὶ ἄνευ τοῦ ἀπαυγάσματος οὐκ ἄν τι φωτισθείη· οὕτω καὶ ὁ Πατὴρ, ὡς διὰ χειρὸς, ἐν τῷ Λόγῳ εἰργάσατο τὰ πάντα, καὶ χωρὶς αὐτοῦ οὐδὲν ποιεῖ. Εἶπε γοῦν ὁ Θεὸς, ὡς καὶ Μωϋσῆς ἐμνημόνευσε· γενηθήτω φῶς, καὶ, Συναχθήτω τὸ ὕδωρ, καὶ, Ἐξαγαγέτω ἡ γῆ, καί· Ποιήσωμεν ἄνθρωπον· ὡς καὶ ὁ ἅγιος ψάλ λει ∆αυΐδ· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Εἶπε δὲ οὐχ ἵνα ὡς ἐπὶ τῶν ἀνθρώπων ὑπουργός τις ἀκούσῃ, καὶ μαθὼν τὸ βούλημα τοῦ λέγοντος ἀπελθὼν ἐργάσηται. Τοῦτο γὰρ τῶν μὲν κτισμάτων ἴδιον, ἐπὶ δὲ τοῦ Λόγου 26.213 τοῦτο νοεῖν ἢ λέγειν ἀπρεπές. Ἔστι γὰρ ὁ Λό γος τοῦ Θεοῦ δημιουργὸς, καὶ ποιητικὸς, καὶ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βουλή. ∆ιὰ τοῦτο γοῦν οὐκ εἶπεν ἡ θεία Γραφὴ, ὅτι ἤκουσε καὶ ἀπεκρίνατο ὁ ἀκούων, πῶς ἢ ποῖα βούλεται τὰ γινόμενα γενέσθαι· ἀλλὰ μόνον εἶπεν ὁ Θεὸς, Γενηθήτω· καὶ ἐπήγαγε· Καὶ ἐγένετο οὕτω. Τὸ γὰρ δόξαν καὶ βουληθὲν εὐ θὺς ἐγίνετο τῷ Λόγῳ καὶ ἀπηρτίζετο. Ὅταν μὲν γὰρ ὁ Θεὸς ἄλλοις ἢ ἀγγέλοις ἐντέλληται, ἢ τῷ Μωϋ σεῖ ὁμιλῇ, ἢ τῷ Ἀβραὰμ ἐπαγγέλληται· τότε ὁ ἀκούων ἀποκρίνεται· καὶ ὁ μὲν λέγει· Κατὰ τί γνώ σομαι; ὁ δέ· Προχείρισαι ἄλλον· καὶ πάλιν· Ἐὰν ἐρωτήσωσί με, Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς; Καὶ ὁ ἄγγελος τῷ μὲν Ζαχαρίᾳ ἔλεγε· Τάδε λέγει Κύριος· τὸν δὲ Κύριον ἠρώτα· Κύριε παντό κρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερου σαλήμ; καὶ ἐκδέχεται ἀκοῦσαι λόγους καλοὺς καὶ παρακλητικούς. Ἔχει γὰρ τούτων ἕκαστος τὸν μεσίτην Λόγον, καὶ τὴν Σοφίαν τοῦ Θεοῦ τὴν γνωρί ζουσαν τὸ βούλημα τοῦ Πατρός. Ὅταν δὲ ἐργάζηται αὐτὸς, καὶ κτίζῃ ὁ Λόγος, οὐκ ἔστιν ἐκεῖ ἐρώτησις καὶ ἀπόκρισις· ἐν αὐτῷ γάρ ἐστιν ὁ Πατὴρ, καὶ ὁ Λόγος ἐν τῷ Πατρί· ἀλλ' ἀρκεῖ τὸ βούλεσθαι, καὶ τὸ ἔργον γίνεται· ἵνα τοῦ μὲν βουλήματος ᾖ γνώ ρισμα δι' ἡμᾶς τὸ, Εἶπε, τὸ δὲ, Καὶ ἐγένετο οὕτω, τό τε ἔργον σημαίνηται τὸ διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας, ἐν ᾗ καὶ ἡ βούλησίς ἐστι τοῦ Πατρός. Καὶ αὐτὸ δὲ τὸ, Εἶπεν ὁ Θεὸς, ἐν τῷ Λόγῳ γνωρίζεται· Πάντα γὰρ, φησὶν, ἐν Σοφίᾳ ἐποίησας· καὶ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ, Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Ἀπὸ δὴ τούτων ἔστι συνορᾷν, ὡς οὐ πρὸς ἡμᾶς ἔχουσιν τὴν μάχην οἱ Ἀρειανοὶ περὶ τῆς αἱρέ σεως, ἀλλὰ σχηματίζονται μὲν πρὸς ἡμᾶς, πρὸς αὐτὴν δὲ τὴν Θεότητα μάχονται. Εἰ μὲν γὰρ ἡμῶν ἦν ἡ φωνὴ ἡ λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου, μικρὰ ἦν αὐτοῖς ἡ παρ' ἡμῶν μέμψις· εἰ δὲ τοῦ Πα τρός ἐστιν ἡ φωνὴ, καὶ οἱ μὲν μαθηταὶ ἤκουσαν, αὐ τὸς δὲ ὁ Υἱὸς περὶ ἑαυτοῦ λέγει· Πρὸ δὲ πάν 26.216 των βουνῶν γεννᾷ με· πῶς οὐ κατὰ τοὺς μυθευο μένους γίγαντας καὶ αὐτοὶ νῦν θεομαχοῦσι, τὴν γλῶτ ταν ἔχοντες, ὡς εἶπεν ὁ ψάλλων, μάχαιραν ὀξεῖαν εἰς ἀσέβειαν; Οὔτε γὰρ τὴν φωνὴν τοῦ Πατρὸς ἐφο βήθησαν, οὔτε τοῦ Σωτῆρος ᾐδέσθησαν τὰ ῥή ματα· ἀλλ' οὐδὲ τοῖς ἁγίοις ἐπείσθησαν, τοῦ μὲν γρά φοντος· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρα κτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καί· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· τοῦ δὲ ψάλλον τος· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, καί· Πάντα ἐν σοφίᾳ ἐποίησας· καὶ τῶν μὲν προφητῶν λεγόντων· Καὶ ἐγένετο Λόγος Κυρίου πρὸς μέ· τοῦ δὲ Ἰωάννου, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ τοῦ Λουκᾶ, Καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενό μενοι τοῦ Λόγου· ὡς καὶ πάλιν ∆αυῒδ λέγει·
57