νετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ὅτι δὲ τοῖς μυσταγωγοῦσι καὶ τοῖς αὐτῶν 27.233 μαθηταῖς συμπράττουσιν ἄγγελοι, δηλοῖ λέγων ὁ Παῦλος· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Τοῦτο καὶ ἡ κλίμαξ ἐδή λωσεν, ἣν εἶδεν Ἰακὼβ τὴν ἐκ γῆς διήκουσαν εἰς τὸν οὐρανὸν, ἐφ' ἧς ἐπεστήρικτο Κύριος, ἄνω κάτω διαθεόντων ἀγγέλων. Τοιοῦτον καὶ τό· Παρεμβαλεῖ Κύριος κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσε ται αὐτούς· δι' ὧν οὖν συμπράττουσι καὶ αὐτοὶ δια κρίνουσι τὸν λαόν. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω. Τοὺς δικαίους, φησὶ, τοὺς οὐράνιον πολιτείαν ἐπιτηδεύοντας, συνάξει εἰς τὰς ἄνω μονάς. Καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Τοὺς ἁμαρτωλούς φησι καὶ πάντας τοὺς ἐπὶ τῆς γῆς συνάξαι, ἐπὶ τὸ χωρίσαι τοὺς δι καίους τῶν μὴ τοιούτων. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ. Ὡς πρὸς τοὺς ἀγγέλους ὁ λόγος, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάξουσι τοὺς δικαίους ἐκ τῶν τεσσάρων ἀνέμων τῆς γῆς· τοὺς διαθεμένους τὴν διαθή κην αὐτοῦ ἐπὶ θυσίας. Θυσίας τὰς πνευματικὰς λέγει. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. ∆οξάσουσι, φησὶν, οἱ οὐρανοὶ τὸν Θεὸν, ὅτι δὴ καὶ ἀνθρώπους τῶν οὐρανίων διατριβῶν ἠξίωσε. (Corderius.) Βούλεται τοὺς ὁσίους τοῦ πρότερον λαοῦ πρὸ τῆς μελλούσης κρίσεως παῦσαι τῆς θυσίας τῆς διὰ τῶν ἀλόγων ζώων σφαγῆς, ἀναλαβεῖν τὴν κατ' ἐπιστήμην καὶ γνῶσιν. Ἐπὶ δὲ τούτοις τὸν κριτὴν αἱ οὐράνιαι δυνάμεις ἀνυμνοῦσιν, ὅτι ἀπὸ τῶν ὁσίων κατήρξατο, καὶ οἱ οὐρανοὶ διαγγέλλουσι τὴν δικαιοσύνην αὐτοῦ, συγχαίροντες αὐτῶν τῇ σωτηρίᾳ. Τὸ δὲ τῆς γῆς οἰκητήριον τῷ μὴ τῆς οὐρανίου κλήσεως ἠξιωμένῳ τάγματι καταληφθήσεται (a). Ὅτι ὁ Θεὸς κριτής ἐστιν. Ἐνταῦθα προδήλως τὸν Χριστὸν λέγει Θεόν· πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ. Καὶ εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ὁ δὲ Θεὸς κριτής ἐστι· Θεός ἐστιν ὁ Χριστός. Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι. Καινῶς νομοθεσίας εἰσαγωγὴν ποιούμενος, ἵνα μή τις ἀν θρώπινον τὸν λόγον ἤ τινος ἀγγελικῆς δυνάμεως ὑπολάβοι, προτάττει τὸ, Ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγώ. Ἡ δὲ διάνοια αὕτη· Μὴ νόμιζε ἕτερον εἶναί με, διὰ τὸ ἕτερα νομοθετεῖν σήμερον· ἀλλ' αὐτὸς ἐκεῖνός εἰμι ὁ παρὰ Μωσῇ τὰ περὶ θυσιῶν νομοθετήσας. Μαρτύρομαι δέ σε, ὡς οὐκ ἐγκληθήσῃ παραβὰς τοὺς παρὰ Μωσῇ νόμους. Αὐτὸς γάρ εἰμι ὁ κἀκεῖ διαταξά μενος τῷ παιδί μου συμφερόντως, καὶ νῦν τάδε μαρ τύρομαι, ὅτι μὴ ἀνάγκη σοι τὰ περὶ θυσιῶν φυλάτ τειν νόμιμα. Κἂν γὰρ μὴ προσφέρῃς αὐτὰ, οὕτως προσενηνεγμένα ἐστί. Τὰ γὰρ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστι διαπαντὸς, κἂν μὴ προσφέρη ται. Εἰ δὲ ἐξ ἅπαντος σπουδάζεις ὥσπερ τινὰ τίμια καὶ ἀναγκαῖα ταῦτα προσάγειν, ἄκουε μετὰ παῤ ῥησίας, ὡς οὐδὲν τούτων παρὰ σοῦ δέξομαι. Περιττὰ 27.236 γάρ μοι πάντα· ἐπειδὴ καὶ τὰ ἐν ἀγροῖς νεμόμενα ζῶα βόες καὶ κτήνη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἡ ὡραιότης τοῦ ἀγροῦ, πάντα ἐμὰ τυγχάνει, καὶ ἀνενδεὴς παντὸς ὑπάρχω. Εἰ δὲ καὶ χρεία μοι γένοιτό ποτε τροφῆς, οὐχ οὕτως ἐνδεὴς ἐγὼ, ὡς παρὰ σοῦ τὰ τοιαῦτα αἰτεῖν· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη. Τίνας δέ μοι προσηνεῖς θύσεις θυσίας; τὴν αἴνεσιν, τὸν ὕμνον, τὴν θεολογίαν. Ἐπειδὴ δὲ ταῦτα πληρώσεις, τὸ τηνικαῦτα ὡς ἂν νόμον πληρώσας θεῖον, ἀντίδοσιν λήψῃ τὸ ἐπικαλούμενος εἰσακουσθῆναι. Καὶ δεικνὺς πρὸς ποῖον λαὸν διαλέγεται, ἐπήγαγεν· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Εἶτα τὴν οἰκείαν δείκνυσι δεσποτείαν· Ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγὼ, ὁ τῆς Αἰγυπτιακῆς σε δουλείας ἐλευθερώσας, ὁ τὴν θάλατ ταν ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομίσῃς, τῶν νόμων ὁρῶν τὸ διά φορον. [Ὁ Θεὸς ὁ Θεός σου. Τουτέστιν, ὁ μεγάλα θαυ μάσια ἀρχῆθεν μέχρι τοῦ νῦν τῷ γένει ὑμῶν ἐνδειξάμενος.] Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε. Οὐκ ἀμέλειάν σοι, φησὶν, ἐγκαλῶ θυσιῶν· προσφέρεις γὰρ ταύτας
58