ὕπνον, ἀλλὰ ἄνεσιν. ∆ιὸ καὶ παραλαμβάνεσθαί φημι δεῖν αὐτὸν οὐκ ἐπὶ ῥᾳθυμίᾳ, ἀλλ' ἐπὶ τῇ τῶν πράξεων ἀναπαύλῃ. 2.9.79.1 Ἐπεγερτικῶς οὖν ἀπονυστακτέον. Ἔστωσαν, γάρ φησιν, ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος ἀνοίξωσιν εὐθέως αὐτῷ. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος ἐγρηγορότας εὕρῃ. Οὐδὲν γὰρ ἀνδρὸς ὄφελος καθεύδοντος ὥσπερ οὐδὲ τεθνεῶτος. 2.9.79.2 ∆ιὸ πολλάκις καὶ τῆς νυκτὸς ἀνεγερτέον τῆς κοίτης καὶ τὸν θεὸν εὐλογητέον· μακάριοι γὰρ οἱ ἐγρηγορότες εἰς αὐτόν, σφᾶς αὐτοὺς 2.9.79.3 ἀπεικάζοντες ἀγγέλοις, οὓς ἐγρηγόρους καλοῦμεν. Καθεύδων δὲ ἄνθρωπος οὐδεὶς οὐδενὸς ἄξιος, οὐδὲν μᾶλλον τοῦ μὴ ζῶντος· ὁ δὲ τὸ φῶς ἔχων ἐγρήγορεν, καὶ ἡ σκοτία αὐτὸν οὐ καταλαμβάνει, οὐδὲ μὴν ὕπνος, ἐπεὶ μὴ σκότος. Ἐγρήγορεν ἄρα πρὸς τὸν θεὸν ὁ πεφωτισμένος, ὁ δὲ τοιοῦτος ζῇ· ὃ γὰρ γέγονεν ἐν αὐτῷ, ζωὴ 2.9.79.4 ἦν. Μακάριος ἄνθρωπος, φησὶν ἡ σοφία, ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ἀγρυπνῶν ἐπ' ἐμαῖς θύραις καθ' ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων. 2.9.80.1 Ἄρ' οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν, φησὶν ἡ γραφή, καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθύοντες νυκτὸς μεθύσκονται, τουτέστιν ἐν τῷ τῆς ἀγνοίας σκότῳ, ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν. Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. 2.9.80.2 Ἀλλ' ὅς ἐστιν ἡμῖν τοῦ ζῆν τοῦ ἀληθινοῦ καὶ τοῦ φρονεῖν γνησίως μάλιστα κηδεμών, ἐγρήγορε χρόνον ὡς πλεῖστον, τὸ μὲν πρὸς ὑγείαν αὐτοῦ μόνον φυλάττων ἐνταῦθα χρήσιμον· ἔστι δὲ οὐ πολύ, καλῶς εἰς ἔθος ἰόν. Μελέτη δὲ ἀσκήσεως ἀίδιον ἐγρήγορσιν ἐκ πόνων 2.9.80.3 γεννᾷ. Μὴ οὖν ἡμᾶς βαρείτων αἱ τροφαί, ἐπικουφιζόντων δέ, ἵν' ὅτι μάλιστα μὴ βλαπτώμεθα τῷ ὕπνῳ, καθάπερ τῶν νηχομένων οἱ ἐξηρτημένοι τὰ βάρη, ἔμπαλιν δὲ οἷον ἐξ ἀβύσσου κάτωθεν τὸ νηφάλιον ἡμᾶς ἀνακουφίσῃ εἰς τὰς ἐπιπολὰς τῆς ἐγρηγόρσεως. Ἔοικεν γὰρ ἡ τοῦ ὕπνου καταφορὰ θανάτῳ, δι' ἄνοιαν εἰς ἀναισθησίαν ὑποφερομένη, τῶν βλεφάρων τῇ ἐπιμύσει τὸ φῶς ἀποτεμ2.9.80.4 νομένη. Τὸ οὖν φῶς τοῦτο οἱ τοῦ φωτὸς τοῦ ἀληθινοῦ υἱοὶ μὴ ἀποκλείσωμεν θύραζε, ἔνδον δὲ εἰς ἡμᾶς ἀποστρέψαντες, τοῦ κεκρυμμένου τὰς ὄψεις ἀνθρώπου φωτίσαντες τήν τε ἀλήθειαν αὐτὴν ἐποπτεύσαντες καὶ τῶν ταύτης ῥευμάτων μεταλαμβάνοντες, τοὺς ἀληθεῖς τῶν ὀνείρων ἐναργῶς καὶ φρονίμως ἀποκαλυπτώμεθα. 2.9.81.1 Ἐρυγαὶ δὲ οἰνοβαρούντων καὶ τῶν ἀποσεσαγμένων ταῖς τροφαῖς οἱ ῥωχμοὶ καὶ τὸ ῥέγχειν τοῖς στρώμασιν ἐνειλημένον γαστέρων τε στενοχωρουμένων βορβορυγμοὶ τὸ διορατικὸν τῆς ψυχῆς κατέ2.9.81.2 χωσαν ὄμμα φαντασιῶν μυρίων τῆς διανοίας ἐμπιμπλαμένης. Αἰτία δὲ ἡ περιττὴ τροφὴ τὸ λογιστικὸν εἰς ἀναισθησίαν καθέλκουσα. Ὕπνος γὰρ δὴ πολὺς οὔτε τοῖς σώμασιν οὔτε ταῖς ψυχαῖς ἡμῶν ὠφέλειαν ἐπιφέρων οὐδ' αὐταῖς ταῖς περὶ τὴν ἀλήθειαν πράξεσι 2.9.81.3 πάντα ἁρμόττων ἐστίν, εἰ καὶ κατὰ φύσιν ἐστίν. Λὼτ δὲ ὁ δίκαιος-παραπέμπομαι γὰρ νῦν τῆς παλιγγενεσίου οἰκονομίας τὴν ἐξήγησιν-οὐκ ἂν ἐπὶ τὴν ἄθεσμον ἐκείνην προήχθη μῖξιν μὴ οὐχὶ 2.9.81.4 καταμεθυσθεὶς πρὸς τῶν θυγατέρων καὶ ὕπνῳ καρωθείς. Ἢν οὖν τὰ αἴτια τῆς πολλῆς εἰς ὕπνον περικόπτωμεν καταφορᾶς, νηφαλιώτερον κοιμηθησόμεθα· οὐ γὰρ χρὴ παννύχιον εὕδειν τοὺς ἔνοικον ἔχοντας τὸν λόγον τὸν ἐγρήγορον· ἐπεγερτέον δὲ νύκτωρ, μάλιστα 2.9.81.5 ὁπότε αἱ ἡμέραι φθίνουσιν· καὶ τῷ μὲν φιλολογητέον, τῷ δὲ τῆς αὑτοῦ τέχνης ἀπαρκτέον, γυναιξὶ δὲ ταλασίας ἐφαπτέον, πᾶσι δὲ ὡς ἔπος εἰπεῖν διαμαχητέον ἡμῖν πρὸς τὸν ὕπνον ἠρέμα ἐκ προσαγωγῆς ἐθίζουσιν, ὡς πλείονα χρόνον τοῦ ζῆν διὰ τὴν ἐγρήγορσιν μεταλαμβάνειν-ὁ γὰρ ὕπνος ὥσπερ τελώνης τὸν ἥμισυν ἡμῖν τοῦ βίου συνδιαιρεῖται