μόσχους. Καὶ αὐτοὺς δικαιοσύνης, ὥστε εἶναι πάντα δικαιοσύνης, θυσίας, ἀναφορὰς δικαιοσύνης, ὁλοκαυτώματα δικαιοσύνης, μόσχους δικαιοσύνης. εἰς τὸ τέλος, συνέσεως τῷ ∆αυῒδ, ἐν τῷ ἐλθεῖν ∆ωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ. Ἦλθε ∆αυῒδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. ΝΑʹ. Ὑπόθεσις. Ἡνίκα ἔφυγε ∆αυῒδ ἀπὸ προσώπου Σαοὺλ, καὶ κατήχθη φεύγων οἶκον Ἀβιμέλεχ, τῶν τε ἄρτων τῶν ἱερέων ἐγεύσατο, τήν τε ῥομφαίαν τοῦ Γολιὰθ δέδεκται· ἀπελθών τις ἀπαγγέλλει ταῦτα τῷ 27.245 Σαούλ. ∆ωὴκ δὲ οὗτος ὁ Σύρος ὃς καὶ τοσοῦτον ἐξεπολέμωσε τὴν ψυχὴν τοῦ Σαοὺλ, ὡς ἀποστείλαντα πᾶσαν τὴν πόλιν τῶν ἱερέων ἀνελεῖν, καὶ μηδὲ κτήνους αὐτῶν φείσασθαι. Ταῦτα οὖν ἀκηκοὼς ὁ ∆αυῒδ τὰ προκείμενα λέγει, εἰς πρόσωπον τοῦ Σύρου ἀποτεινόμενος. Ἔχει δὲ καὶ ἀναφορὰν καὶ εἰς τὸ τοῦ Ἰουδαίων λαοῦ πρόσωπον καὶ τοῦ Ἰούδα. Περιέχει δὲ καὶ ἀγαθῶν ἐπαγγελίαν τῶν ἐσομένων, καὶ τὴν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἵδρυσιν τῶν ἁγίων αὐτοῦ, διὰ τοῦ λέγειν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. ∆ιὸ δὴ καὶ συνέσεως καὶ εἰς τὸ τέλος ἐπιγράφεται ὁ ψαλμός. Χρεία γὰρ πολλῆς συνέσεως εἰς τὸ γνω ρίσαι τῆς οἰκονομίας τοῦ κατὰ σάρκα ∆αυῒδ τὸ μυστήριον. Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; Ὡς πρὸς αὐτὸν τὸν Σύρον, ἢ τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβολον, ἀποτείνει τὸν λόγον. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Τοῦτό φησι, διὰ τὸ ὥσπερ ξυρῆσαι καὶ ἐκκόψαι πᾶ σαν τῶν ἱερέων τὴν πόλιν. Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην. Ἠδίκει γὰρ καταψευδόμενος τοῦ ἱερέως καὶ τῶν λοιπῶν ἁπάντων σὺν αὐτῷ, καὶ τὰ μὴ πραχθέντα κατ' αὐτοῦ λέγων· τὸ γὰρ εἰπεῖν, ὡς ἐπηρώτησε τὸν Θεὸν περὶ τοῦ ∆αυΐδ, ψεῦδος ἦν, καὶ οὐκ ἀλήθεια. Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Πάντα γὰρ πρὸς ἐπιβουλὴν, καὶ φθόνον καὶ θάνατον τοῦ ἱερέως καὶ τῶν λοιπῶν ἁπάντων τῶν σὺν αὐτῷ τεθανατωμένων διεπράξατο· διὸ ῥήματα καταποντισμοῦ οἱ λόγοι τῆς τοῦ ∆ωὴκ ψευ δολογίας εἴρηται. Ἀθρόως γὰρ πᾶσαν τὴν πόλιν τῶν ἱερέων ὥσπερ ἐν βυθῷ κατεπόντισε τοῖς ἑαυτοῦ ῥήμασι. Λέγοιτο δ' ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων τῶν Ἰουδαίων, καὶ αὐτοῦ δὲ τοῦ Ἰούδα. Ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκη νώματός σου. Μετετέθησαν γὰρ τῆς ἱερᾶς αὐτῶν σκηνῆς, γεγονότες αἰχμάλωτοι διὰ τὸν κατὰ τοῦ Κυ ρίου σταυρόν. Καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ὅμοιον τὸ, Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων. [∆ιὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος. Λέγοιτο δ' ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων Ἰουδαίων καὶ αὐτοῦ τοῦ Ἰούδα, διὰ τὸ ἠγαπηκέναι τὰ βλαβερὰ εἰς τέλος, ἀντὶ τοῦ, παντελῶς. ∆ιὰ τοῦτο καθελεῖ σε, ὡς οὐ καλῶς οἰκοδομηθέντα, ὁ καθαιρῶν ὑπερηφάνους, καὶ ὡς κακῶς φυτευθέντα, ἐκτίλαι σε, μεταστήσαι, ἢ ἐκριζώσαι, καὶ ἀπὸ τῆς κατοικήσεώς σου, τουτέστιν ἀπὸ τοῦ συγκατοικεῖν, ἐκβάλοι.] Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται. Τῶν γὰρ ἀσεβῶν ἀναιρουμένων, οἱ δίκαιοι περίφοβοι γίνονται. Καὶ σὺ μὲν, φησὶ, ταῦτα ὑπομένεις· οἱ δὲ δίκαιοι, τουτέστιν οἱ σοῦ λαοὶ, θεασάμενοι τὴν σὴν ἀπώλειαν, φόβῳ κατασχεθήσονται. Ἱκανὴ γὰρ ἡ εἰς σὲ τιμωρία κἀκείνους φοβῆσαι· καίτοι διὰ τὴν εἰς ἐκείνους εὐερ 27.248 γεσίαν τοιαῦτά σου πάσχειν μέλλοντος. Ἰδοὺ ἄνθρω πος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ. Ἠγάπησε γὰρ χρυσίον μᾶλλον ὁ προδότης λαβεῖν, ἢ βοηθὸν ἔχειν τὸν Ἰησοῦν. Καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. Ἀντὶ τοῦ· Καὶ ἐνίσχυσε πληρῶσαι τὴν ματαίαν αὐτοῦ καρδίαν, οὐ μεταμεληθεὶς τῆς ἀσεβείας ἐπαύσατο. [Ἀλλ' ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ. Καλῶς δὲ τὸν πλοῦτον καὶ τὴν δυναστείαν ματαιότητα ἐκάλεσεν ἀπὸ τοῦ πράγματος· οὔτε γὰρ τὸν ∆ωὴκ ὤνησαν, οὔτε Ἀσσυρίους, ὁπότε ἑνὸς ἀγγέλου παρουσία αὐτοὺς ἀπέκτεινε, καὶ ἄταφοι ἔκειντο.] Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. Ἀειθαλὴς γὰρ τῶν πιστευόντων εἰς Χριστὸν ἡ δόξα. [Ὁ δὲ καρπὸς τοῦ Πνεύματός
62