ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, καὶ τὰ ἑξῆς. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ, ἐλεημο σύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω καὶ τὸν Ἰὼβ ἀνδρεῖον μὲν, καὶ τὸν Ἰωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς.] Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα. Ἔλεος τοῦ Θεοῦ αἱ θεῖαι Γραφαὶ ὀνομάζουσι τὸν Κύριον, διὰ τὸ γενέσθαι ἡμῖν δι' αὐτοῦ ἔλεος· ἀν εκεφαλαιώσατο γὰρ ἐν ἑαυτῷ τὰ πάντα, καὶ ἀνεστοιχείωσεν. Καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναν τίον τῶν ὁσίων σου. Ἐν τῷ ὀνόματί σου, φησὶ, σχοίην πεποίθησιν, καὶ ταύτην ἐναντίον πάντων τῶν σῶν ἁγίων ἐξαγγελῶ. Ἔσται γάρ μοι τὸ πρᾶγμα χρηστόν τε καὶ ἀγαθόν. Εἰς τέλος ὑπὲρ Μαελὲθ συνέσεως τῷ ∆αυΐδ. ΝΒʹ. Ὑπόθεσις. Ἄδει τὸν παρόντα ὑπὲρ τοῦ χοροῦ τῶν ἀποστόλων καὶ πιστευσάντων εἰς Χριστόν· οἳ καὶ ἠγαλλιῶντο καὶ ηὐφραίνοντο. Μαελὲθ δὲ ἑρμηνεύεται χορὸς, ἤτοι χορεία. Ἀναγκαίως δὲ τὰ πρὸ τῆς παρουσίας τοῦ Κυρίου λέγει, ἵνα δείξῃ ὅση τῆς παρουσίας ὠφέ λεια. Ἰστέον δὲ, ὡς καὶ τὴν αὐτὴν διάνοιαν πᾶσαν ὁ τρισκαιδέκατος ψαλμὸς περιέχει, καὶ τὰς αὐτὰς λέξεις σχεδὸν ἁπάσας· ὥστε ἐξ ἐκείνου φανερὸν γενέσθαι τοῖς ἐπιζητοῦσι τὴν ἑρμηνείαν. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός ... Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπειδὴ, μὴ λογισάμενοι τὸν Θεὸν ἐφορῶντα τὰ ἀνθρώπινα, κρίνοντα κρίσει δικαίᾳ, καὶ πᾶσαν ἀθεμιτουργίαν εἴργοντα, τούτου χάριν ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψε. Τοῦτο γὰρ σαφῶς τὴν εἰς ἀνθρώπους τοῦ Κυρίου πάροδον σημαίνει. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός. Οὐχ ὑπερβολι κῶς ταῦτα εἴρηται· οὐδὲν γὰρ ὑπερβολικῶς, μετ' ἀληθείας δὲ πάντα παρὰ τῇ Γραφῇ εἴρηται. Πάντες 27.249 τοίνυν Ἰουδαῖοι ἐξέκλιναν τὴν ὁδὸν τὴν λέγουσαν· Ἐγώ εἰμι ἡ ὁδός. Ὅθεν καὶ ἀχρεῖοι γεγόνασι, ταύτην παραλαβεῖν οὐ βουληθέντες, οὐδενὸς ποιοῦντος τὸ ἀγαθόν. Ἐν ἀγνοίᾳ γὰρ αὐτοῦ πάντες ἐτύγχανον ὑπὸ τοῦ νομικοῦ πεπωρωμένοι γράμματος. Εἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ ∆αυΐδ. Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ ∆αυῒδ κέκρυπται παρ' ἡμῖν; ΝΓʹ. Ὑπόθεσις. Φεύγων ὁ ∆αυῒδ τὸν Σαοὺλ ἐκάθισεν ἐν τῇ ἐρήμῳ Ζήφ. Εἶτα ἀπελθόντες οἱ Ζιφαῖοι πρὸς τὸν Σαοὺλ ἀπήγγειλαν τὸν τόπον ἐν ᾧ ἦν ἀποδιδράσκων. Ἠξίουν δὲ ἐλθόντα συλλαβέσθαι αὐτόν. Ὁ δὲ, μετὰ χεῖρας τὴν λύραν λαβὼν, ἅτε ἐγνωκὼς τῷ προφη τικῷ πνεύματι, ὡς οὐδὲν δεινὸν πείσεται παρὰ τοῦ Σαοὺλ, τὰ προκείμενα ᾄδει. Καὶ γὰρ ἀπελθὼν εἰς σύλληψιν αὐτοῦ Σαοὺλ, ἤκουσεν ἀγγελίαν τῶν ἀλ λοφύλων, καὶ ὑπέστρεψε σπεύδων μετὰ τῶν ἀνδρῶν αὐτοῦ. Ἔχοι δ' ἂν τὰ παρόντα ἀναφορὰν καὶ εἰς τὸ πρόσωπον τοῦ ἀποστολικοῦ χοροῦ, ὡς τὰς ἐπανα στάσεις τὰς παρὰ τοῦ ἔθνους τῶν Ἰουδαίων, καὶ βασιλέων δὲ τῶν ἐθνῶν τὸν θυμὸν διηγούμενος, τὸν Θεὸν ἀξιοῖ ἐξ ἁπάντων σωθῆναι διὰ τοῦ ὀνόματος αὐτοῦ. Προφητικῶς τε ἀποφαίνει, ὡς περιστρέψει τοῖς ἐχθροῖς εἰς κεφαλὴν ὁ Θεὸς τὰ κακὰ, αὐτὸς δὲ τὰς ἐπινικίους προσάξει θυσίας. ∆ιὸ καὶ συνέσεως ἐπιγέγραπται, εἰς τὸν εἰρημένον νοῦν ἀναπέμπον τος ἡμᾶς τοῦ ψαλμοῦ. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Οὐχὶ δι' ἄλλου τινὸς ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ σωθῆναι ἀξιοῖ. [̓Επειδὴ δὲ, φησὶ, τὸ σὸν ὄνομα ἐπικαλοῦμαι, ἐν αὐ τῷ τούτῳ τὴν σωτηρίαν μου παράσχου. Καὶ ἐν δυ ναστείᾳ σου, τουτέστι τῷ Υἱῷ σου, κρινεῖς με· ἀντὶ τοῦ· Οὐκ ἄλλοις κριταῖς, ἀλλὰ τῇ δυνάμει σου εἰς ἐξέτασιν παραδοθῆναι.] Καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. Κρίνας γὰρ τὴν κρίσιν αὐτῶν, τοὺς μὲν ἀπωλείᾳ παρέδωκε, τοὺς δὲ ἔσωσεν ἀπὸ τῶν ἐχθρῶν. Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου. ∆έξαι μου τὰς ἱκετείας σὺν
63