Ἰωάννην Εὐαγγελίῳ λέγων· Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, ἀλλ' ἔρχεται ὥρα, ὅτε οὐκέτι ἐν παροιμίαις λα λήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ. Οὐκοῦν ἀποκαλύπτειν χρὴ τὸν νοῦν τοῦ ῥητοῦ, ὡς κεκρυμμένον τε τοῦτον ζητεῖν, καὶ μὴ ὡς ἐν παῤῥησίᾳ εἰρημένον ἁπλῶς ἐκλαμβάνειν, ἵνα μὴ παρεξηγούμενοι πλανηθῶμεν ἀπὸ τῆς ἀληθείας. Εἰ μὲν οὖν περὶ ἀγγέλου ἢ ἑτέρου τινὸς τῶν γενητῶν ἐστι τὸ γεγραμμένον, ὡς περὶ ἑνὸς ἡμῶν τῶν ποιημάτων, ἔστω λεγόμενον τὸ, ἔκτισέ με· εἰ δὲ ἡ σοφία τοῦ Θεοῦ ἐστιν, ἐν ᾗ πάντα τὰ γενητὰ δεδημιούργηται, ἡ περὶ ἑαυτῆς λέ γουσα· τί δεῖ νοεῖν ἢ ὅτι τὸ, ἔκτισε, φάσκουσα, οὐκ ἐναντίον τῷ, ἐγέννησε, λέγει; οὐδὲ ὡς ἐπιλαθομένη, ὅτι κτίζουσά ἐστι καὶ δημιουργὸς, ἢ ἀγνοοῦσα τὴν διαφορὰν τοῦ κτίζοντος, καὶ τῶν κτισμάτων, ἐν τοῖς κτίσμασιν ἑαυτὴν συναριθμεῖ· ἀλλά τινα νοῦν, ὡς ἐν παροιμίαις, οὐ παῤῥησίᾳ, κεκρυμμένον δὲ σημαί νει· ὃν τοῖς μὲν ἁγίοις ἐνέπνεε προφητεύειν, αὐτὴ δὲ μετ' ὀλίγα ἐκ παραλλήλου τὸ, ἔκτισεν, ἐν ἑτέραις λέξεσι σημαίνουσά φησιν· Ἡ Σοφία ᾠκο δόμησεν ἑαυτῇ οἶκον. ∆ῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀναλαβὼν γέγο νεν ἄνθρωπος· καὶ εἰκότως παρὰ μὲν Ἰωάννου λέ γεται· Ὁ Λόγος σὰρξ ἐγένετο· διὰ δὲ Σολομῶ νος περὶ ἑαυτῆς ἡ Σοφία μετὰ παρατηρήσεώς φησιν, οὐχ ὅτι Κτίσμα εἰμὶ, ἀλλὰ μόνον ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἀλλ' οὐκ εἰς τὸ εἶναί με ἔκτισεν, οὐδὲ ὅτι κτίσματος ἀρχὴν καὶ γένεσιν ἔχω. Καὶ ἐνταῦθα γὰρ οὐ τὴν οὐσίαν τῆς θεότητος αὐτοῦ, οὐδὲ τὴν ἐκ Πατρὸς ἀΐδιον ἑαυτοῦ καὶ γνησίαν γέννησιν ὁ Λόγος σημαίνων, διὰ Σολομῶ νος εἴρηκεν, ἀλλὰ πάλιν τὸ ἀνθρώπινον καὶ τὴν εἰς ἡμᾶς οἰκονομίαν αὐτοῦ. ∆ιὸ καὶ, καθὼς προεῖ πον, οὐκ εἶπε, Κτίσμα εἰμὶ, ἢ, Κτίσμα ἐγενόμην, ἀλλὰ μόνον, ἔκτισε. Τὰ μὲν γὰρ κτίσματα, κτιστὴν ἔχοντα τὴν οὐσίαν, τῶν γενητῶν ἐστι, καὶ λέγεται κτί ζεσθαι, καὶ πάντως τὸ κτίσμα κτίζεται· ἡ δὲ τοῦ, ἔκτισε, μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν ἢ τὴν γέννησιν σημαίνει, ἀλλά τι ἕτερον δῆλοι γίνεσθαι περὶ ἐκεῖνον περὶ οὗ λέγει· καὶ οὐ πάντως τὸ 26.244 λεγόμενον κτίζεσθαι ἤδη καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ἐστί. Καὶ ταύτην τὴν διαφορὰν οἶδεν ἡ θεία Γραφὴ περὶ μὲν τῶν κτισμάτων λέγουσα· Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· καί· Αὐτὴ ἡ κτίσις συστενάζει καὶ συνωδίνει· ἐν δὲ τῇ Ἀπο καλύψει φησί· Καὶ ἀπέθανε τὸ τρίτον μέρος τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυ χάς· καθὼς καὶ ὁ Παῦλος λέγει· Πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαρι στίας λαμβανόμενον· ἐν δὲ τῇ Σοφίᾳ γέγρα πται· Καὶ τῇ σοφίᾳ σου κατεσκεύασας τὸν ἄν θρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων. Καὶ ὅτι ταῦτα κτίσματα ὄντα λέγει κτί ζεσθαι, οὕτω πάλιν ἔστιν ἀκοῦσαι τοῦ μὲν Κυρίου λέγοντος· Ἀπ' ἀρχῆς δὲ ὁ κτίσας, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Μωϋσέως δὲ ἐν τῇ Ὠδῇ γράφον τος· Ἐπερωτήσατε ἡμέρας τὰς γενομένας προτέ ρας σου ἀπὸ τῆς ἡμέρας, ἧς ἔκτισεν ὁ Θεὸς ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ οὐ ρανοῦ· ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Κολασσαεῖς φησιν· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότο κος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριό τητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων. Ὅτι μὲν οὖν τὰ φύσει τὴν οὐσίαν ἔχοντα κτι στὴν κτίσματα λέγεται καὶ κτίζεται, ἀρκεῖ ταῦτα πρὸς ὑπόμνησιν εἰρῆσθαι, πλήρους οὔσης τῆς Γραφῆς· ὅτι δὲ ἡ τοῦ, ἔκτισε, μόνη λέξις λεγομένη οὐ πάντως τὴν οὐσίαν καὶ τὴν γένεσιν σημαίνει, ὁ μὲν ∆αυῒδ ψάλλει· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύ ριον· καὶ πάλιν· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἐφεσίους φησί· Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταρ γήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα και νὸν ἄνθρωπον· καὶ πάλιν· Ἐνδύσασθε τὸν και νὸν ἄνθρωπον,
65