δῆλόν ἐστιν, ὅτι προϋπάρχων ὕστερον πλάττεται, καὶ ἡ πλάσις οὐ τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλὰ τὴν ἐνανθρώπησιν ση μαίνει, ἐν ᾗ καὶ ἐπισυνάγει τὰς φυλὰς τοῦ Ἰσραήλ· οὕτως ἄρα ἀεὶ συνὼν τῷ Πατρὶ, αὐτὸς τῆς κτί σεως δημιουργός ἐστι, καὶ δῆλόν ἐστιν ὅτι δεύτερά ἐστιν αὐτοῦ τὰ ἔργα, καὶ τὸ, ἔκτισεν, οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸν, ἀλλὰ τὴν εἰς τὰ ἔργα γενομένην οἰ κονομίαν, ἣν ἐν τῇ σαρκὶ πεποίηκε, γνωρίζει. Ἔπρεπε γὰρ, ἄλλον αὐτὸν ὄντα τῶν ἔργων, καὶ μᾶλλον δημιουργὸν αὐτῶν ὄντα αὐτὸν, καὶ τὴν τού των ἀνανέωσιν εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα, αὐτοῦ κτιζομένου εἰς ἡμᾶς, τὰ πάντα εἰς ἑαυτὸν ἀνακτίσηται. Καὶ γὰρ λέγων, ἔκτισεν, εὐθὺς καὶ τὴν αἰτίαν ἐπήγαγε, λέγων, τὰ ἔργα, ἵνα τὸ, εἰς τὰ ἔργα κτίζεσθαι, τὸ γίνεσθαι ἄνθρωπον δηλώσῃ εἰς τὴν τούτων ἀνανέωσιν. Καὶ τοῦτο ἔθος ἐστὶ τῇ θείᾳ Γραφῇ· ὅταν μὲν γὰρ σημαίνῃ τὴν κατὰ σάρκα γέ νεσιν τοῦ Λόγου, τίθησι καὶ τὴν αἰτίαν, δι' ἣν γέ γονεν ἄνθρωπος· ὅταν δὲ περὶ τῆς θεότητος αὐτοῦ αὐτός τε λέγῃ, καὶ οἱ τούτου θεράποντες ἐπαγ γέλλωσι, πάντα ἁπλῇ τῇ λέξει, ἀπολελυμένῃ τε τῇ διανοίᾳ, καὶ οὐδὲν μετὰ συμπεπλεγμένης αἰτίας λέ γεται. Τοῦ γὰρ Πατρός ἐστιν ἀπαύγασμα· ὥσπερ δὲ ὁ Πατὴρ οὐ διά τινα αἰτίαν ἐστὶν, οὕτως οὐδὲ τοῦ ἀπαυγάσματος τούτου χρὴ ζητεῖν τὴν αἰτίαν. Ἐν ἀρχῇ οὖν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, γέ γραπται· καὶ οὐκ ἔχει τὸ διὰ τί· ὅτε δὲ, Ὁ Λόγος σὰρξ ἐγένετο, τότε καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν γέγονε, λέγων· Καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Πά λιν τε ὁ Ἀπόστολος λέγων, Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐκ ἔθηκε τὴν αἰτίαν εἰ μὴ, ὅτε Τὴν 26.261 μορφὴν ἔλαβε τοῦ δούλου· τότε γὰρ ἐπιφέρει λέγων· Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θα νάτου δὲ σταυροῦ· διὰ ταῦτα γὰρ καὶ σὰρξ γέ γονε καὶ μορφὴν ἔλαβε δούλου. Αὐτός τε ὁ Κύριος πολλὰ μὲν ἐν παροι μίαις λελάληκε, περὶ δὲ αὐτοῦ σημαίνων, ἀπολελυ μένως εἴρηκεν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καί· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καί· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· καί· Ἐγώ εἰμι ἡ ἀλή θεια· οὐ τιθεὶς ἐφ' ἑκάστου τὴν αἰτίαν, οὐδὲ τὸ διὰ τί, ἵνα μὴ δεύτερος ἐκείνων εἶναι φαίνηται, ὧν χάριν καὶ γέγονεν. Ἀνάγκη γὰρ προηγεῖσθαι τὴν αἰτίαν τούτου, ἧς ἄνευ οὐκ ἂν οὐδ' αὐτὸς ἐγεγόνει. Παῦλος γοῦν ἀφωρισμένος ἀπόστολος εἰς Εὐαγγέλιον, ὃ προεπηγγείλατο ὁ Κύριος διὰ τῶν προφητῶν, εἶχε πρὸ ἑαυτοῦ τὸ Εὐαγγέλιον, οὗ καὶ γέγονε διάκονος· καὶ ὁ Ἰωάννης μὲν, προχειρισθεὶς εἰς τὸ προ οδεῦσαι τοῦ Κυρίου, πρὸ ἑαυτοῦ εἶχε τὸν Κύριον· ὁ δὲ Κύριος οὐκ ἔχων πρὸ ἑαυτοῦ αἰτίαν τοῦ εἶναι Λόγος, ἢ μόνον ὅτι τοῦ Πατρός ἐστι γέννημα καὶ σοφία μονογενὴς, ὅταν ἄνθρωπος γίνεται, τότε καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν μέλλει σάρκα φο ρεῖν. Προηγεῖται γὰρ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον ἡ τῶν ἀνθρώπων χρεία, ἧς ἄνευ οὐκ ἂν ἐνεδύσατο σάρκα. Τίς δὲ ἡ χρεία, δι' ἣν γέγονεν ἄνθρωπος, αὐ τὸς μὲν ὁ Κύριος σημαίνων ταύτην ἔλεγε· Καταβέ βηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιήσω τὸ θέ λημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλή λυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ πάλιν φησίν· Ἐγὼ εἰς τοῦτο γεγέν νημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Ὁ δὲ Ἰωάννης ἔγραψεν λύσῃ τὰ ἔργα τοῦ διαβόλου. ∆ιὰ τὸ μαρτυρῆσαι ἄρα, καὶ ὑπὲρ ἡμῶν ἀνα δέξασθαι θάνατον, καὶ διὰ τὸ ἀναστῆσαι τοὺς ἀν θρώπους, καὶ λῦσαι τὰ ἔργα τοῦ διαβόλου ἐλήλυθεν ὁ 26.264 Σωτὴρ, καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐνσάρκου παρου σίας αὐτοῦ. Ἄλλως γὰρ ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ θάνατος ἐγεγόνει· θάνατος δὲ πῶς ἂν ἐγε γόνει, εἰ μὴ τὸ ἀποθνῆσκον ἐσχήκει σῶμα; Τοῦτο
70