οἰκεῖον καὶ ἴδιον ἐπ' ἀνθρώπου ἐστὶ λέγειν τὸ, ἔκτισε, καὶ, ἐποίησεν αὐτόν. ∆ιὰ τοῦτο γοῦν καὶ ἡ αἰτία τοῦ, 26.268 ἔκτισε, πρόσκειται, ἥτις ἐστὶ τῶν ἔργων ἡ χρεία. Ἔνθα δὲ ἡ αἰτία πρόσκειται, αὐτὴ ἡ αἰτία πάντως διαλύει τὸ ἀνάγνωσμα καλῶς. Καὶ γὰρ καὶ ἐνταῦθα ἐν μὲν τῷ, ἔκτισε, τὴν αἰτίαν τίθησι τὰ ἔργα· τὴν δὲ ἐκ τοῦ Πατρὸς γέννησιν ἀπολελυμένως σημαίνων, εὐθὺς ἐπήγαγε· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· οὐ διὰ τί, ὥσπερ ἐπὶ τοῦ, ἔκτισέ με, προσέθηκε λέγων, εἰς ἔργα, ἀλλὰ ἀπολελυμένως, γεννᾷ με, ὥσ περ τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ γὰρ καὶ εἰ μὴ τὰ ἔργα ἔκτιστο, ἀλλ' ἦν ὁ Λόγος τοῦ Θεοῦ, καὶ Θεὸς ἦν ὁ Λόγος. Τὸ δὲ γενέσθαι αὐτὸν ἄνθρωπον οὐκ ἂν ἐγένετο, εἰ μὴ τῶν ἀνθρώπων ἡ χρεία γέγονεν αἰτία. Οὐκ ἔστιν ἄρα κτίσμα ὁ Υἱός· εἰ γὰρ κτίσμα ἦν, οὐκ ἂν εἶπε, Γεννᾷ με· ὅτι τὰ μὲν κτίσματα ἔξωθέν ἐστιν ἔργα τοῦ ποιοῦντος, τὸ δὲ γέννημα οὐκ ἔξωθεν, ὡς ἔργον, ἀλλ' ἐκ τοῦ Πατρός ἐστιν ἴδιον τῆς οὐσίας. ∆ιόπερ τὰ μὲν κτίσματα, ὁ δὲ Λόγος τοῦ Θεοῦ Υἱὸς μονογενής. Ἀμέλει ἐπὶ μὲν τῆς κτίσεως οὐκ εἴρηκε Μω σῆς· Ἐν ἀρχῇ ἐγέννησεν, οὐδὲ, Ἐν ἀρχῇ ἦν· ἀλλ', Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· οὐδὲ ὁ ∆αβὶδ ἔψαλεν· Αἱ χεῖρές σου ἐγέννησάν με, ἀλλ', ἐποίησάν με καὶ ἔπλασάν με, πανταχοῦ τὸ, ἐποίησεν, ἐπὶ τῶν κτισμάτων λέγων· ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἔμπαλιν· οὐ γὰρ εἴρηκεν, ἐποίησα, ἀλλ', ἐγέν νησα, καὶ, γεννᾷ με, καὶ, Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· καὶ ἐπὶ μὲν τῆς κτίσεως, Ἐν ἀρχῇ ἐποίησεν, ἐπὶ δὲ τοῦ Υἱοῦ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. ∆ιαφέρει δὲ τοῦτο, ὅτι τὰ μὲν κτίσματα ὑπὸ τὴν ἀρ χὴν πεποίηται, καὶ διαστηματικὴν ἀρχὴν τοῦ εἶναι ἔχει· διόπερ καὶ τὸ λεγόμενον ἐπ' αὐτῶν, Ἐν ἀρ χῇ ἐποίησεν, ἴσον ἐστὶ τῷ εἰπεῖν πάλιν ἐπ' αὐτῶν τὸ, Ἀπ' ἀρχῆς ἐποίησεν, ὥσπερ ὁ Κύριος, εἰδὼς ὅπερ ἐποίησεν, ἐδίδαξεν, ὅτε τοὺς Φαρισαίους ἐνέτρεπε λέ γων· Ἀπ' ἀρχῆς δὲ ὁ κτίσας αὐτοὺς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ἀπὸ γὰρ ἀρχῆς τινος τοῦ μὴ εἶναί ποτε γέγονε καὶ ἐκτίσθη τὰ γενητά. Τοῦτο καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐσήμαινεν ἐν ψαλμοῖς λέγον· Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμε λίωσας· καὶ πάλιν· Μνήσθητι τῆς συναγωγῆς 26.269 σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς. ∆ῆλον δέ ἐστιν ὅτι τὸ κατ' ἀρχὰς γινόμενον ἀρχὴν ἔχει τοῦ κτίζεσθαι, καὶ ὅτι τὴν συναγωγὴν ἀπό τινος ἀρχῆς ἐκτήσατο ὁ Θεός. Ὅτι δὲ τὸ, Ἐν ἀρχῇ ἐποίησεν, ἐκ τοῦ λέγειν, ἐποίησεν, τὸ ἤρξατο ποιεῖν ἐστιν, αὐτὸς Μω σῆς τοῦτο δηλοῖ μετὰ τὴν τῶν πάντων τελεσιουρ γίαν λέγων· Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυ σεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. Οὐκοῦν τὰ μὲν κτίσματα ἤρξατο γίνεσθαι· ὁ δὲ τοῦ Θεοῦ Λόγος, οὐκ ἔχων ἀρχὴν τοῦ εἶναι, εἰκότως οὐκ ἤρξατο τοῦ εἶναι, οὐδὲ ἤρξατο γί νεσθαι, ἀλλ' ἦν ἀεί. Καὶ τὰ μὲν ἔργα ἀρχὴν ἐν τῷ ποι εῖσθαι ἔχει, καὶ προάγει τῶν γινομένων ἡ ἀρχή· ὁ δὲ Λόγος, οὐκ ὢν τῶν γινομένων, μᾶλλον τῶν ἀρχὴν ἐχόντων αὐτὸς δημιουργὸς γίνεται. Καὶ τῶν μὲν γενη τῶν τὸ εἶναι ἐν τῷ γίνεσθαι μετρεῖται, καὶ ἀπό τινος ἀρχῆς ἄρχεται ταῦτα διὰ τοῦ Λόγου ποιεῖν ὁ Θεὸς, ἵνα καὶ τὸ μὴ εἶναι, πρὶν γενέσθαι, ταῦτα γινώσκηται· ὁ δὲ Λόγος τὸ εἶναι οὐκ ἐν ἄλλῃ ἀρχῇ ἔχει, ἀλλ' ἐν τῷ Πατρὶ, τῷ καὶ κατ' ἐκείνους ἀνάρχῳ, ἵνα καὶ αὐ τὸς ἀνάρχως ὑπάρχῃ ἐν τῷ Πατρὶ, γέννημα καὶ οὐ κτίσμα τυγχάνων αὐτοῦ. Οὕτως ἄρα ἡ θεία Γραφὴ τὴν διαφορὰν τοῦ γεν νήματος οἶδε καὶ τῶν ποιημάτων, καὶ τὸ μὲν γέννημα Υἱὸν, οὐκ ἀπό τινος ἀρχῆς ἀρξάμενον, ἀλλ' ἀΐδιον δείκνυσι· τὸ δὲ ποίημα, ὡς ἔξωθεν ἔργον τοῦ πεποιη κότος τυγχάνον, ἀρξάμενον τοῦ γίνεσθαι σημαίνει. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης, περὶ τοῦ Υἱοῦ θεολογῶν, καὶ γινώσκων τὴν τῶν λέξεων διαφορὰν, οὐκ εἶπεν· Ἐν ἀρχῇ γέγονεν, ἢ πεποίηται, ἀλλ', Ἐν ἀρχῇ ἦν ὁ Λό γος· ἵνα τὸ γέννημα τῷ, ἦν, συνεξακούηται, καὶ μὴ ἐν διαστάσει τις λογίσηται, ἀλλ' ἀεὶ καὶ ἀϊδίως ὑπάρχοντα τὸν Υἱὸν πιστεύῃ. Τούτων δὲ οὕτω δεικνυ μένων, πῶς, ὦ Ἀρειανοὶ, μὴ νοήσαντες τὰ ἐν τῷ ∆ευτερονομίῳ ῥητὰ
72