26.285 Τῆς ἀληθείας τοίνυν δειξάσης μὴ εἶναι κατὰ φύσιν κτίσμα τὸν Λόγον, ἀκόλουθον λοιπὸν εἰπεῖν, πῶς καὶ ἀρχὴ τῶν ὁδῶν εἴρηται. Ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο, καὶ ἀντὶ τοῦ παραδείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον, ἠκού σαμέν τε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος βουλήσει τοῦ Πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζωοποιήσῃ, καὶ ἐγκαινίσῃ ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, ὡς εἴρηκεν ὁ Ἀπόστολος, διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ. Ὅπερ καὶ ἐν ἑτέρῳ σημαίνων, φησίν· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Εἰ δὲ καινὴ κτίσις γέγονεν, ἔδει ταύτης τῆς κτίσεως πρῶ τόν τινα εἶναι· ἄνθρωπος μὲν οὖν ψιλὸς καὶ μόνον χοϊκὸς, οἷοι γεγόναμεν ἡμεῖς ἐκ τῆς παραβάσεως, οὐκ ἠδύνατο εἶναι. Καὶ γὰρ καὶ ἐν τῇ πρώτῃ κτίσει ἄπιστοι γεγόνασιν οἱ ἄνθρωποι, καὶ δι' αὐτῶν ἀπώ λετο ἡ πρώτη· χρεία δὲ ἦν ἄλλου τοῦ ἀνανεοῦντος καὶ τὴν πρώτην, καὶ τὴν καινὴν γενομένην διατη ροῦντος. Οὐκοῦν φιλανθρώπως οὐχ ἕτερός τις, ἀλλ' ὁ Κύριος, ἀρχὴ τῆς καινῆς κτίσεως κτίζεται ὁδὸς, καὶ εἰκότως λέγει· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἵνα μηκέτι κατὰ τὴν πρώτην ἐκείνην ὁ ἄνθρωπος πολιτεύηται, ἀλλ' ὡς ἀρχῆς οὔσης καινῆς κτίσεως, καὶ τὸν Χριστὸν ἔχοντες ταύτης ἀρχὴν ὁδῶν, τούτῳ λοιπὸν ἀκο λουθῶμεν λέγοντι· Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο γὰρ δι δάσκων καὶ ὁ μακάριος Ἀπόστολος ἐν τῇ πρὸς Κολοσσαεῖς, ἔλεγεν· Αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ πρω τότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. Εἰ γὰρ, καθάπερ εἴρηται, διὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν λέγεται καὶ διὰ ταύτην αὐτὸς ἀρχὴ, τότε δὲ γέγονεν ἀνάστασις, ὅτε τὴν ἡμετέραν σάρκα φορῶν δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θανάτῳ· φα νερὸν ἂν εἴη, ὅτι καὶ τὸ λεγόμενον ὑπ' αὐτοῦ, Ἔκτισέ με ἀρχὴν ὁδῶν, οὐ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ τῆς ἐνσωμάτου παρουσίας αὐτοῦ σημαντικόν ἐστι. Τοῦ γὰρ σώματος ἴδιον ἦν ὁ θάνατος· καὶ ὥσπερ 26.288 τοῦ σώματος ἴδιός ἐστιν ὁ θάνατος, οὕτω τῆς σω ματικῆς παρουσίας ἴδιον ἂν εἴη τὸ λεγόμενον· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. Τοῦ γὰρ Σωτῆρος οὕτω κατὰ σάρκα κτισθέντος, καὶ ἀρχῆς γενομένου τῶν ἀνακτιζομένων, καὶ ἔχοντος ἡμῶν τὴν ἀπαρχὴν, ἣν προσέλαβεν ἀνθρωπίνην σάρκα, ἀκολούθως μετ' αὐτὸν καὶ ὁ μέλλων λαὸς κτίζεται, λέγοντος τοῦ ∆αβίδ· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· καὶ πάλιν ἐν τῷ εἰκοστῷ πρώτῳ ψαλμῷ· Ἀναγ γελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη· καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Οὐκέτι γὰρ ἀκουσόμεθα, Ἧ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐ τοῦ, θανάτῳ ἀποθανεῖσθε· ἀλλὰ, Ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἔσεσθε· ὥστε λέγειν ἡμᾶς· Αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐπ' ἔργοις ἀγα θοῖς. Πάλιν τε, ἐπειδὴ τὸ ἔργον τοῦ Θεοῦ, τουτέστιν ὁ ἄνθρωπος, τέλειος κτισθεὶς, ἐλλιπὴς γέγονε διὰ τῆς παραβάσεως, καὶ γέγονε τῇ ἁμαρτίᾳ νεκρὸς, ἀπρε πὲς δὲ ἦν μένειν τὸ ἔργον τοῦ Θεοῦ ἀτελές· διὸ καὶ ἐδέ οντο πάντες οἱ ἅγιοι περὶ τούτου λέγοντες ἐν τῷ ἑκατοστῷ τριακοστῷ καὶ ἑβδόμῳ ψαλμῷ, Κύριε, ἀνταποδώσεις ὑπὲρ ἐμοῦ· Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς· διὰ τοῦτο ὁ τέλειος τοῦ Θεοῦ Λόγος τὸ ἀτελὲς περιτίθεται σῶμα, καὶ λέγεται εἰς τὰ ἔργα κτίζεσθαι, ἵνα, ἀνθ' ἡμῶν τὴν ὀφειλὴν ἀποδιδοὺς, τὰ λείποντα τῷ ἀνθρώπῳ δι' ἑαυτοῦ τελειώσῃ. Ἔλειπε δὲ αὐτῷ ἡ ἀθανασία, καὶ ἡ εἰς τὸν παράδεισον ὁδός. Καὶ τοῦτό ἐστι τὸ λεγό μενον παρὰ τοῦ Σωτῆρος· Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι, ἵνα ποιήσω· καὶ πάλιν· Τὰ ἔργα, ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔρ γα, ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ· ἃ δὲ λέγει ἐν ταῦθα ἔργα δεδωκέναι αὐτῷ τὸν
77