προσφέρειν προσέταξας, ἱερεύσω προθύμως. Μεμυαλωμένα δὲ κέκληκε τὰ εὐτραφῆ καὶ πίονα· οὕτω γὰρ καὶ ὁ νόμος προσφέρειν ἐκέλευσεν ἄμωμά τε καὶ ἄρτια. Ἐπαρᾶται δὲ καὶ ὁ προφήτης Μαλα χίας τοῖς τὰ τοιαῦτα μὲν ἔχουσιν, ἀνάπηρα δὲ προσ φέρουσιν. Αὕτη δὲ καὶ τῷ Κάϊν ἐγένετο τῶν κακῶν ἐκείνων ἡ ἀρχή. ∆ιδασκόμεθα δὲ καὶ ἡμεῖς τοῖς τιμιω τέροις ὧν ἔχομεν τὸ θεῖον γεραίρειν. Ἀνοίσω σοι βόας μετὰ χιμάρων. Πνευματικὰ δὲ πάντα, ὡς ἔφην, καὶ τὰ ὁλοκαυτώματα καὶ οἱ βόες καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται. ∆εῦτε, καὶ ἀκούσατε, καὶ διηγήσομαι. Καὶ τίνα ἕτερα διηγεῖται ἢ ἃ φθάσας ἐξηγήσατο, τὸ, ὅτι Ἐδο κίμασας ἡμᾶς, καὶ τὰ λοιπά; Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου Κύριος. Ἤδειν δὲ, ὅτι οὐκ ἂν, ἐμοῦ περὶ ἀδικίαν ἔχοντος, ἀκοῦσαί μου τῆς προσευχῆς ὁ Θεὸς ἀνέχοιτο. Ἀκύλας· Ἀνωφελὲς ἰδὼν ἐν καρδίᾳ μου, οὐκ εἰσακούσεται Κύριος. Βούλεται δὲ εἰπεῖν, ὅτι, τὰς αἰτήσεις τῷ Θεῷ προσάγων, ἐπεμελούμην τοῦ πρέποντος, εἰδὼς, ὡς οὐδέν μοι τῆς αἰτήσεως ὄφελος, μὴ ποιοῦντι τὰ δέοντα. Καὶ ἕτερόν τι καύ 27.292 χημα προσφέρει τῷ Θεῷ τὸ ἔξω πάσης ἀδικίας γενέσθαι· διὸ καὶ εἰσακούεσθαι θαῤῥεῖ. Εἰς τὸ τέλος, ἐν ὕμνοις ΨΑΛΜΟΣ, τῷ ∆αυΐδ. ΞSʹ. Ὑπόθεσις. Πάλιν κἀνταῦθα τῶν ἀποστόλων τὸ πρόσωπον εἰσάγεται, διδασκαλίαν ποιούμενον τῶν ἐθνῶν, ῥυσθῆναί τε εὐχόμενον τῶν ἀντιλεγόντων τῇ διδασκα λίᾳ αὐτῶν. [Ἀκόλουθος καὶ οὗτος τῷ πρὸ αὐτοῦ· ἰδίωμα γὰρ ἔχει τῆς τῶν ἱερῶν εὐλογίας, καὶ κεῖται ἐν τοῖς Κριταῖς ἡ εὐχὴ πᾶσα σχεδόν. Ὡς οὖν μέλ λοντος καὶ τούτου γίνεσθαι, μετὰ τὴν ἐπάνοδον προεφητεύθη, κηρύττει δὲ καὶ τὴν θείαν ἀνθρώ πησιν καὶ ἐπιφάνειαν, καὶ τὴν τῶν ἐθνῶν σωτη ρίαν. Ἐν ὕμνοις δὲ ἐπιγέγραπται, ἐπεὶ Θεοῦ τὸ ὑμνεῖσθαι, ἀνθρώπων δὲ τὸ δι' ἐπαίνων ἐγκωμιά ζεσθαι.] Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς. Τῶν σῶν οἰκτιρμῶν δεόμεθα, φησὶ, ∆έσποτα, καὶ τῆς ἐπιφανείας τοῦ προσώπου σου, πρὸς τὸ δύ νασθαι φανερὰν τὴν ὁδὸν τοῦ ἁγίου σου Εὐαγγελίου πᾶσι τοῖς ἔθνεσι κηρύξαι. Σωτήριον γὰρ πανταχοῦ τὴν παρουσίαν αὐτοῦ φησιν. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός. Πάντων τῶν ἐθνῶν τὴν εἰς Χριστὸν ὁμολογίαν προφητεύει. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη. Ἡδό μενον τὸ προφητικὸν Πνεῦμα τῇ σωτηρίᾳ τῆς οἰκουμένης, πολλάκις τὰ αὐτὰ φθέγγεται, τῇ συν εχεῖ διηγήσει εὐφροσύνης ἀπολαῦον. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξ ομολογησάσθωσάν σοι λαοὶ πάντες. Οὐχ ἁπλῶς τὴν ταυτολογίαν τέθεικεν, ἀλλὰ προθυμοτέρους τοὺς ἀκούοντας ἐργαζόμενος. Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς. Ἡ νοητὴ δηλονότι. Καρπὸς δὲ αὐτῆς αἱ κατ' εὐσέβειαν προκοπαί. [Ἐξομολογησάσθωσάν σοι οἱ λαοὶ, ὁ Θεός. Ὥσπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐζήτησεν· ἀπολαύσαντα δηλονότι καὶ αὐτῆς εὐλογίας. Ἢ ὅτι ἐπεὶ οὐκ ἀγνοοῦσιν οἱ ἐξ αὐ τῆς τὸν ἐπὶ πάντων Θεὸν, ἀλλὰ τὸν ἥδιστον αὐτῷ προσφέρουσι τῆς εὐσεβείας καρπόν· ὃν εἰ προσφέρομέν σοι, ἤτοι τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν, εὐλογού μεθα παρὰ σοῦ] [Εὐλογήσαι ἡμᾶς ὁ Θεός. Εἰδέναι μὲν προσήκει, ὡς, εὐλογοῦντες ἄνθρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσ φέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται. Ὁ δὲ Θεὸς, εὐλογῶν, βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν ἀγαθῶν παρέχει τοῖς εὐλο γουμένοις φοράν. Εἶτα διδάσκει πῶς.] Εἰς τὸ τέλος, τῆς ᾠδῆς ∆αυῒδ ΨΑΛΜΟΣ. ΞΖʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὴν παρουσίαν τοῦ Κυρίου σημαίνει, καὶ τῶν νοητῶν ἐχθρῶν καθαίρεσιν, καὶ τῆς νοητῆς αἰχμαλωσίας τὴν ἀπόλυσιν. Ἔτι γε μὴν 27.293 διδάσκει, ὡς αὐτὸς εἴη ὁ καὶ πάλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἐξαγαγών. Πρὸς δὲ τούτοις, ὑποδεξαμένοις τὸ κήρυγμα, Πνεύματος ἁγίου δόσιν ἐπαγγέλλεται. Καὶ μὴν καὶ τοῖς ἀποστόλοις εἰσάγει παράκλησιν, ἐκ πάσης θλίψεως
78