ἑαυτὸν ἔλεγεν, ἐθεώ 26.304 ρουν μὴ κτίσματος εἶναι τὸ τοιοῦτον γνώρισμα, ἀλλὰ θεότητος καὶ φύσεως πατρικῆς. Ἔδει τοίνυν τοὺς Ἀρειανοὺς, κἂν τὸν πατέρα ἑαυτῶν τὸν διάβολον μιμουμένους, περιεργάζεσθαι· καὶ εἰ μὲν εἴρηκε, Λόγον ἢ Υἱόν με ἐθεμελίωσε, φρονεῖν, ὡς φρονοῦσιν· εἰ δὲ μὴ οὕτως εἴρηκε, μὴ ἐπινοεῖν ἑαυτοῖς τὰ μὴ ὄντα. Οὐ γὰρ εἴρηκε, Πρὸ τοῦ αἰῶνος Λόγον ἢ Υἱόν με ἐθεμελίωσεν· ἀλλ' ἁπλῶς, ἐθεμελίωσέ με, ἵνα δείξῃ πάλιν, καθάπερ εἶπον, ὅτι οὐ δι' ἑαυτὸν, διὰ δὲ τοὺς ἐποικοδομουμέ νους ἐπ' αὐτὸν παροιμιωδῶς καὶ τοῦτο λέγει. Τοῦτο γὰρ εἰδὼς καὶ ὁ Ἀπόστολος γράφει· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ. Ἀνάγκη δὲ τὸν θεμέλιον τοιοῦτον εἶναι, οἷα καὶ τὰ ἐποικοδομούμενά ἐστιν, ἵνα καὶ συναρμολογεῖσθαι δυνηθῇ. Λόγος μὲν οὖν ὢν, ᾗ Λόγος ἐστὶν, οὐκ ἔχει τοιούτους, οἷός ἐστι καὶ αὐτὸς, τοὺς συναρμολογουμένους αὐτῷ· μο νογενὴς γάρ ἐστιν· ἄνθρωπος δὲ γενόμενος ἔχει τοὺς ὁμοίους, ὧν καὶ τὴν ὁμοίαν ἐνεδύσατο σάρκα. Οὐκοῦν κατὰ τὸ ἀνθρώπινον θεμελιοῦται, ἵνα καὶ ἡμεῖς ἐπ' αὐτὸν ὡς λίθοι τίμιοι ἐποικοδομεῖσθαι δυνηθῶμεν, καὶ γενώμεθα ναὸς τοῦ ἐν ἡμῖν οἰκοῦντος ἁγίου Πνεύματος. Ὥσπερ δὲ θεμέλιος αὐτὸς, ἡμεῖς δὲ λίθοι ἐποικοδομούμενοι ἐπ' αὐτόν· οὕτως αὐτὸς πάλιν ἄμ πελός ἐστιν, ἡμεῖς δὲ ὡς κλήματα συνημμένα, οὐ κατὰ τὴν οὐσίαν τῆς θεότητος· ἀδύνατον γὰρ τοῦτό γε· ἀλλὰ πάλιν κατὰ τὸ ἀνθρώπινον· ὅμοια γὰρ εἶναι δεῖ τὰ κλήματα τῇ ἀμπέλῳ· ἐπεὶ καὶ ἡμεῖς ὅμοιοι κατὰ τὴν σάρκα τυγχάνομεν ὄντες αὐτοῦ. Ἄλ λως τε ἀνθρώπινα φρονοῦντας τοὺς αἱρετικοὺς, ἀνθρω πίνοις παραδείγμασι διελέγχειν προσήκει διὰ τῶν αὐ τῶν λόγων. Οὐκ εἴρηκε γοῦν, ὅτι Θεμέλιόν με πεποίηκεν, ἵνα μὴ, ὡς ποιήματος καὶ ἀρχὴν ἔχοντος αὐτοῦ τοῦ γίνεσθαι, κἂν ἐν τούτῳ πρόφασιν εὕρωσιν ἀναίσχυντον πρὸς ἀσέβειαν· ἀλλ' ὅτι Ἐθεμελίωσέ με. Τὸ δὲ θεμελιούμενον θεμελιοῦται μὲν διὰ τοὺς ἐπιβαλ λομένους ἐπ' αὐτὸ λίθους· γίνεται δὲ οὐχ ἁπλῶς, 26.305 ἀλλ' ὅταν ἐξ ὄρους μετενεχθῇ λίθος, καὶ εἰς τὸ βάθος τῆς γῆς κατατεθῇ. Καὶ ἕως μὲν ἐν τῷ ὄρει λίθος ἐστὶν, οὔπω τεθεμελίωται· ἐπειδὰν δὲ ἡ χρεία ἀπαιτῇ, καὶ μετενεχθῇ, καὶ περιβάληται τὸ βάθος τῆς γῆς· τότε λοιπὸν, εἰ λάβοι φωνὴν ὁ λίθος, εἴποι ἄν· Νῦν ἐθεμελίωσέ με, ὁ ἐξ ὄρους ὧδε μεταθείς. Οὐκοῦν οὐχ ὁ Κύριος καὶ ὅτε τεθεμελίωται, ἀρχὴν ἔχει τοῦ εἶναι (ἦν γὰρ καὶ πρὸ τούτου Λόγος)· ἀλλ' ὅτε τὸ ἡμέτερον ἐνεδύσατο σῶμα, ὅπερ ἐκ Μαρίας τμηθὲν ἔλαβε, τότε φησὶν, Ἐθεμελίωσέ με· ἴσον τῷ εἰπεῖν· Λόγον ὄντα με περιέβαλε γηΐνῳ σώματι. Οὕτω γὰρ δι' ἡμᾶς θεμελιοῦται, τὰ ἡμῶν ἀναδεχόμενος, ἵνα ἡμεῖς, ὡς σύσσωμοι συναρμολογούμενοι καὶ συνδεθέντες ἐν αὐ τῷ διὰ τῆς ὁμοιώσεως τῆς σαρκὸς, εἰς ἄνδρα τέλειον καταντήσαντες, ἀθάνατοι καὶ ἄφθαρτοι διαμείνωμεν. Τὸ δὲ, Πρὸ τοῦ αἰῶνος, καὶ, Πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, μηδένα ταραττέτω· πάνυ γὰρ καὶ τοῦτο καλῶς συνῆψε τῷ, ἐθεμελίωσε, καὶ τῷ, ἔκτισε· τοῦτο γὰρ πάλιν τῆς κατὰ σάρκα οἰκονομίας ἅπτεται. Ἡ γὰρ παρὰ τοῦ Σωτῆρος εἰς ἡμᾶς γενομένη χάρις, ἄρτι μὲν ἐπε φάνη, ὡς εἶπεν ὁ Ἀπόστολος, καὶ γέγονεν ἐπιδημή σαντος αὐτοῦ· προητοίμαστο δὲ αὕτη καὶ πρὶν γενέσθαι ἡμᾶς, μᾶλλον δὲ καὶ πρὸ τῆς καταβολῆς τοῦ κόσμου· καὶ ἡ αἰτία χρηστὴ καὶ θαυμαστή πώς ἐστιν. Οὐκ ἔπρεπε τὸν Θεὸν ὕστερον περὶ ἡμῶν βου λεύεσθαι, ἵνα μὴ ὡς ἀγνοῶν τὰ καθ' ἡμᾶς φαίνηται. Κτίζων τοίνυν ἡμᾶς διὰ τοῦ ἰδίου Λόγου ὁ τῶν ὅλων Θεὸς, καὶ εἰδὼς τὰ ἡμῶν ὑπὲρ ἡμᾶς, προγινώσκων τε, ὅτι, καλοὶ γενόμενοι, ὕστερον παραβάται τῆς ἐν τολῆς ἐσόμεθα, καὶ ἐκ τοῦ παραδείσου ἐκβληθησόμεθα διὰ τὴν παρακοὴν, φιλάνθρωπος καὶ ἀγαθὸς ὢν, προετοιμάζει ἐν τῷ ἰδίῳ Λόγῳ, δι' οὗ καὶ ἔκτισεν ἡμᾶς, τὴν περὶ τῆς σωτηρίας ἡμῶν οἰκονομίαν, ἵνα, κἂν ἀπατηθέντες παρὰ τοῦ ὄφεως ἐκπέσωμεν, μὴ τέ λεον ἀπομείνωμεν νεκροὶ, ἀλλ' ἔχοντες ἐν τῷ Λόγῳ
82