καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ κηρύττει ἀναφοίτησιν. Τὸ δὲ, κατ' ἀνατολὰς, παρα βολικόν ἐστιν. Ὥσπερ γὰρ ὁ ἥλιος ἀπὸ δυσμῶν ἐπ' ἀνατολὰς ἄνεισι, τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος οἱονεὶ ἀπὸ τῶν τοῦ ᾅδου μυχῶν ἐπέβη τοῦ οὐρανοῦ τὸν οὐρανόν. Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. Φωνὴν δυνάμεώς φησι τὴν ἐγείρουσαν πάντας τοὺς νεκρούς· καθὸ ἐν κελεύσματι αὐτοῦ ἀναστήσονται. ∆ότε δόξαν τῷ Θεῷ. Οὕτω καὶ Παῦλος· ∆οξάσατε, φησὶ, τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν· ἅτινά ἐστιν αὐτοῦ. ∆ίκαιον γὰρ τὸν εὐεργέτην διὰ πάντων δοξάζειν. Ἐπὶ τὸν 27.305 Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐ τοῦ ἐν ταῖς νεφέλαις. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός. Ἐπειδὴ τῆς δευτέρας αὐτοῦ παρουσίας μνήμην ὁ λόγος πεποίηται, καθ' ἣν πάντας ἀναστήσει τοὺς νεκροὺς, τούτου χάριν καὶ τὰς διαφόρως ἀποδοθησομένας τοῖς ἁγίοις τιμὰς ἡμᾶς διδάσκει, καὶ τὰ διάφορα τῶν ἁγίων τάγματα. Καὶ τὰ μὲν τάγματα διά τε τοῦ Ἰσραὴλ, διά τε τῶν νεφελῶν, διά τε τῶν ἁγίων, διά τε τοῦ λαοῦ κατασημαίνει· τὰς δὲ τιμὰς διά τε τῆς μεγαλοπρεπείας, διά τε τῆς δυνάμεως, διά τε τοῦ θαύματος, διά τε τοῦ κράτους διαδείκνυσιν. Ἐπὶ πᾶσι δὲ τούτοις εὐλογητὸν τὸν Θεόν φησιν εἶναι. ∆ῆ λον γὰρ, ὅτι ἐν ἐκείναις γενόμενοι οἱ ἅγιοι ταῖς μοναῖς, ταῖς ἐπουρανίοις δὲ δηλονότι, ἀδιαλείπτως εὐλογήσουσι τὸν Θεὸν, τὴν τῶν ἄνω πνευμάτων τάξιν μιμούμενοι. Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῷ ∆αυΐδ. ΨΑΛΜΟΣ ΞΗʹ. Ὑπόθεσις. Περιέχει ὁ ψαλμὸς προσευχὴν παρὰ τοῦ Σωτῆρος ἐκ προσώπου τῆς ἀνθρωπότητος προσφερομένην, τάς τε αἰτίας δι' ἃς αὐτῷ τὸν ἐπὶ τοῦ σταυροῦ προσήνεγκαν θάνατον. Ἔτι τε αὐτὸ τὸ πάθος διηγεῖται σαφῶς, καὶ τὰς μετὰ τὸ πάθος τοῖς Ἰουδαίοις συμβησομένας συμφοράς· πρὸς δὲ τού τοις καὶ εἰσαγωγὴν τῆς εὐαγγελικῆς πολιτείας, τῆς τε ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείας τὴν διδασκα λίαν, εἰς ἣν καὶ περιγράφει τὸν ψαλμόν. Ὅτι δὲ πᾶσαν ἣν ηὔξατο ὁ Σωτὴρ προσευχὴν, ἐκ προσώπου τῆς ἀνθρώπου φύσεως ηὔξατο, τοῦτο ἐπισημαίνει ἐπὶ τῷ τέλει τοῦ ψαλμοῦ, καί φησιν, Ὅτι ἐξή κουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδη μένους αὐτοῦ οὐκ ἐξουδένωσεν. Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐπειδὴ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβε, περὶ ἡμῶν ὀδυνᾶται· εἰκότως καὶ προσεύχεται ῥυσθῆναι ἐκ τῶν πειρασμῶν, χειμάῤῥου δίκην κυκλωσάντων αὐτοῦ τὴν ψυχήν. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπό στασις. Ταῦτα γὰρ ἡ ἀνθρωπεία φύσις ἐπεπόνθει, κατενεχθεῖσα ὑπὸ τῆς ἁμαρτίας εἰς θάνατον, καὶ εἰς αὐτὸν τὸν τοῦ ᾅδου χῶρον· ὃν καὶ ὕλην βυθοῦ καὶ θαλάσσης βάθος ἐν τοῖς παροῦσιν ὀνομάζει. Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. Τίνα ἦν ἃ ἔκραξε, καὶ ἐπὶ τίσιν, ἐν τοῖς ἑξῆς σαφῶς ἐδίδαξεν, εἰπών· Ῥυσθείην ἐκ τῶν μισούν των με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων, καὶ, Μή με καταποντισάτω καταιγὶς ὕδατος, καὶ τὰ ἑξῆς ἐπιλεγόμενα. Ηὔχετο γὰρ, ὡς ἔφην, ὑπὲρ τῆς ἀν θρώπου φύσεως· ὅπως καταργηθῇ τοῦ θανάτου τὸ κράτος, μὴ συγκλείοντος κατ' αὐτῆς τὸ στόμα τοῦ ᾅδου· διὸ καὶ λέγει· Μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν. Πολλοὶ γὰρ οἱ τῆς ἀνθρωπείας φύσεως ἐπίβουλοι δαίμονες, οἱ μηδὲν ἠδικημένοι παρ' ἡμῶν, καὶ σπεύδοντες ἀνελεῖν. 27.308 Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως. ∆είκνυσιν, ὡς ἀδίκως ἡ κατ' αὐτοῦ ψῆφος ἐξενήνεκται. Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου. Ἀφροσύνην φησὶ τὴν νομισθεῖσαν παρὰ τοῖς ἀνθρώποις μωρίαν, τὴν τοῦ πάθους φημί. Γέγονε γὰρ, κατὰ τὸν ἱερὸν Ἀπόστολον, ὁ τοῦ Κυρίου σταυρὸς Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία. Σὺ οὖν, ὦ Πάτερ, φησὶν, ἔγνως τὴν διὰ τοῦ σταυροῦ οἰκονομίαν. Τοῦτο δὲ λέγει, ἐπειδὴ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Καὶ αἱ
83